3.102 Ἄλλοι δὲ τῶν Ἰνδῶν Κασπατύρῳ τε πόλι καὶ τῇ Πακτυϊκῇ χώρῃ εἰσὶ πρόσοικοι , πρὸς ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι τῶν ἄλλων Ἰνδῶν , οἳ Βακτρίοισι παραπλησίην ἔχουσι δίαιταν . Οὗτοι καὶ μαχιμώτατοί εἰσι Ἰνδῶν καὶ οἱ ἐπὶ τὸν χρυσὸν στελλόμενοί εἰσι οὗτοι · κατὰ γὰρ τοῦτό ἐστι ἐρημίη διὰ τὴν ψάμμον . Ἐν δὴ ὦν τῇ ἐρημίῃ ταύτῃ καὶ τῇ ψάμμῳ γίνονται μύρμηκες μεγάθεα ἔχοντες κυνῶν μὲν ἐλάσσω , ἀλωπέκων δὲ μέζω · εἰσὶ γὰρ αὐτῶν καὶ παρὰ βασιλέϊ τῷ Περσέων ἐνθεῦτεν θηρευθέντες . Οὗτοι ὦν οἱ μύρμηκες ποιεύμενοι οἴκησιν ὑπὸ γῆν ἀναφέρουσι τὴν ψάμμον κατά περ οἱ ἐν τοῖσι Ἕλλησι μύρμηκες κατὰ τὸν αὐτὸν τρόπον , εἰσὶ δὲ καὶ τὸ εἶδος ὁμοιότατοι · δὲ ψάμμος ἀναφερομένη ἐστὶ χρυσῖτις . Ἐπὶ δὴ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν ἔρημον οἱ Ἰνδοί , ζευξάμενος ἕκαστος καμήλους τρεῖς , σειρηφόρον μὲν ἑκατέρωθεν ἔρσενα παρέλκειν , θήλεαν δὲ ἐς μέσον · ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει , ἐπιτηδεύσας ὅκως ἀπὸ τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει · αἱ γάρ σφι κάμηλοι ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτά εἰσι · χωρὶς δὲ ἄχθεα δυνατώτεραι πολλὸν φέρειν .
3.103 Τὸ μὲν δὴ εἶδος ὁκοῖόν τι ἔχει κάμηλος , ἐπισταμένοισι τοῖσι Ἕλλησι οὐ συγγράφω · τὸ δὲ μὴ ἐπιστέαται αὐτῆς , τοῦτο φράσω · κάμηλος ἐν τοῖσι ὀπισθίοισι σκέλεσι ἔχει τέσσερας μηροὺς καὶ γούνατα τέσσερα , τά τε αἰδοῖα διὰ τῶν ὀπισθίων σκελέων πρὸς τὴν οὐρὴν τετραμμένα .