3.101 Μίξις δὲ τούτων τῶν Ἰνδῶν τῶν κατέλεξα πάντων ἐμφανής ἐστι κατά περ τῶν προβάτων , καὶ τὸ χρῶμα φορέουσι ὅμοιον πάντες καὶ παραπλήσιον Αἰθίοψι . γονὴ δὲ αὐτῶν , τὴν ἀπίενται ἐς τὰς γυναῖκας , οὐ κατά περ τῶν ἄλλων ἀνθρώπων ἐστὶ λευκή , ἀλλὰ μέλαινα κατά περ τὸ χρῶμα · τοιαύτην δὲ καὶ Αἰθίοπες ἀπίενται θορήν . Οὗτοι μὲν τῶν Ἰνδῶν ἑκαστέρω τῶν Περσέων οἰκέουσι καὶ πρὸς νότου ἀνέμου καὶ Δαρείου βασιλέος οὐδαμὰ ὑπήκουσαν .