3.99 Ἄλλοι δὲ τῶν Ἰνδῶν πρὸς ἠῶ οἰκέοντες τούτων νομάδες εἰσί , κρεῶν ἐδεσταὶ ὠμῶν , καλέονται δὲ Παδαῖοι . Νομαίοισι δὲ τοιοισίδε λέγονται χρᾶσθαι . Ὃς ἂν κάμῃ τῶν ἀστῶν , ἤν τε γυνὴ ἤν τε ἀνήρ , τὸν μὲν ἄνδρα ἄνδρες οἱ μάλιστά οἱ ὁμιλέοντες κτείνουσι , φάμενοι αὐτὸν τηκόμενον τῇ νούσῳ τὰ κρέα σφίσι διαφθείρεσθαι · δὲ ἄπαρνός ἐστι μὴ μὲν νοσέειν , οἱ δὲ οὐ συγγινωσκόμενοι ἀποκτείναντες κατευωχέονται · δὲ ἂν γυνὴ κάμῃ , ὡσαύτως αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι . Τὸν γὰρ δὴ ἐς γῆρας ἀπικόμενον θύσαντες κατευωχέονται . Ἐς δὲ τούτου λόγον οὐ πολλοί τινες αὐτῶν ἀπικνέονται · πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον πίπτοντα πάντα κτείνουσι .
3.100 Ἑτέρων δέ ἐστι Ἰνδῶν ὅδε ἄλλος τρόπος · οὔτε κτείνουσι οὐδὲν ἔμψυχον οὔτε τι σπείρουσι οὔτε οἰκίας νομίζουσι ἐκτῆσθαι ποιηφαγέουσί τε , καὶ αὐτοῖσι ὄσπριόν τι ἔστι ὅσον κέγχρος τὸ μέγαθος ἐν κάλυκι , αὐτόματον ἐκ τῆς γῆς γινόμενον , τὸ συλλέγοντες αὐτῇ τῇ κάλυκι ἕψουσί τε καὶ σιτέονται . Ὃς δ’ ἂν ἐς νοῦσον αὐτῶν πέσῃ , ἐλθὼν ἐς τὴν ἔρημον κεῖται · φροντίζει δὲ οὐδεὶς οὔτε ἀποθανόντος οὔτε κάμνοντος .