3.94 Παρικάνιοι δὲ καὶ Αἰθίοπες οἱ ἐκ τῆς Ἀσίης τετρακόσια τάλαντα ἀπαγίνεον · νομὸς ἕβδομος καὶ δέκατος οὗτος . Ματιηνοῖσι δὲ καὶ Σάσπειρσι καὶ Ἀλαροδίοισι διηκόσια ἐπετέτακτο τάλαντα · νομὸς ὄγδοος καὶ δέκατος οὗτος . Μόσχοισι δὲ καὶ Τιβαρηνοῖσι καὶ Μάκρωσι καὶ Μοσσυνοίκοισι καὶ Μαρσὶ τριηκόσια τάλαντα προείρητο · νομὸς εἴνατος καὶ δέκατος οὗτος Ἰνδῶν δὲ πλῆθός τε πολλῷ πλεῖστόν ἐστι πάντων τῶν ἡμεῖς ἴδμεν ἀνθρώπων καὶ φόρον ἀπαγίνεον πρὸς πάντας τοὺς ἄλλους ἑξήκοντα καὶ τριηκόσια τάλαντα ψήγματος · νομὸς εἰκοστὸς οὗτος . ʹ
3.95 Τὸ μὲν δὴ ἀργύριον τὸ Βαβυλώνιον πρὸς τὸ Εὐβοϊκὸν συμβαλλόμενον τάλαντον γίνεται τεσσεράκοντα καὶ πεντακόσια καὶ εἰνακισχίλια τάλαντα . Τὸ δὲ χρυσίον τρισκαιδεκαστάσιον λογιζομένων , τὸ ψῆγμα εὑρίσκεται ἐὸν Εὐβοϊκῶν ταλάντων ὀγδώκοντα καὶ ἑξακοσίων καὶ τετρακισχιλίων . Τούτων ὦν πάντων συντιθέμενον τὸ πλῆθος Εὐβοϊκὰ τάλαντα συνελέγετο ἐς τὸν ἐπέτειον φόρον Δαρείῳ μύρια καὶ τετρακισχίλια καὶ πεντακόσια καὶ ἑξήκοντα · τὸ δ’ ἔτι τούτων ἔλασσον ἀπιεὶς οὐ λέγω .
3.96 Οὗτος Δαρείῳ προσήιε φόρος ἀπὸ τῆς τε Ἀσίης καὶ τῆς Λιβύης ὀλιγαχόθεν · προϊόντος μέντοι τοῦ χρόνου καὶ ἀπὸ νήσων προσήιε ἄλλος φόρος καὶ τῶν ἐν τῇ Εὐρώπῃ μέχρι Θεσσαλίης οἰκημένων . Τοῦτον τὸν φόρον θησαυρίζει βασιλεὺς τρόπῳ τοιῷδε · ἐς πίθους κεραμίνους τήξας καταχέει , πλήσας δὲ τὸ ἄγγος περιαιρέει τὸν κέραμον · ἐπεὰν δὲ δεηθῇ χρημάτων , κατακόπτει τοσοῦτο ὅσου ἂν ἑκάστοτε δέηται .