3.92 Ἀπὸ Βαβυλῶνος δὲ καὶ τῆς λοιπῆς Ἀσσυρίης χίλιά οἱ προσήιε τάλαντα ἀργυρίου καὶ παῖδες ἐκτομίαι πεντακόσιοι · νομὸς εἴνατος οὗτος . Ἀπὸ δὲ Ἀγβατάνων καὶ τῆς λοιπῆς Μηδικῆς καὶ Παρικανίων καὶ Ὀρθοκορυβαντίων πεντήκοντα τε καὶ τετρακόσια τάλαντα · νομὸς δέκατος οὗτος . Κάσπιοι δὲ καὶ Παυσοὶ καὶ Παντίμαθοί τε καὶ Δαρεῖται ἐς τὠυτὸ συμφέροντες διηκόσια τάλαντα ἀπαγίνεον · νομὸς ἑνδέκατος οὗτος . Ἀπὸ Βακτριανῶν δὲ . . . μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν · νομὸς δυωδέκατος οὗτος .
3.93 Ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ Πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα · νομὸς τρίτος καὶ δέκατος οὗτος . Ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων καὶ Οὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων τῶν ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ , ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς , ἀπὸ τούτων πάντων ἑξακόσια τάλαντα ἐγίνετο φόρος · νομὸς τέταρτος καὶ δέκατος οὗτος . Σάκαι δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια ἀπαγίνεον τάλαντα · νομὸς πέμπτος καὶ δέκατος οὗτος . Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριηκόσια τάλαντα · νομὸς ἕκτος καὶ δέκατος οὗτος .