3.97 Αὗται μέν νυν ἀρχαί τε ἦσαν καὶ φόρων ἐπιτάξιες . Περσὶς δὲ χώρη μούνη μοι οὐκ εἴρηται δασμοφόρος · ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην . Οἵδε δὲ φόρον μὲν οὐδένα ἐτάχθησαν φέρειν , δῶρα δὲ ἀγίνεον · Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτῳ , τοὺς Καμβύσης ἐλαύνων ἐπὶ τοὺς μακροβίους Αἰθίοπας κατεστρέψατο , . . . οἳ περί τε Νύσην τὴν ἱρὴν κατοίκηνται καὶ τῷ Διονύσῳ ἀνάγουσι τὰς ὁρτάς · οὗτοι οἱ Αἰθίοπες καὶ οἱ πλησιόχωροι τούτοισι σπέρματι μὲν χρέωνται τῷ αὐτῷ τῷ καὶ οἱ Καλλαντίαι Ἰνδοί , οἰκήματα δὲ ἔκτηνται κατάγαια · οὗτοι συναμφότεροι διὰ τρίτου ἔτεος ἀγίνεον , ἀγινέουσι δὲ καὶ τὸ μέχρις ἐμέο , δύο χοίνικας ἀπύρου χρυσίου καὶ διηκοσίας φάλαγγας ἐβένου καὶ πέντε παῖδας Αἰθίοπας καὶ ἐλέφαντος ὀδόντας μεγάλους εἴκοσι . Κόλχοι δὲ ταξάμενοι ἐς τὴν δωρεὴν καὶ οἱ προσεχέες μέχρι Καυκάσιος ὄρεος ἐς τοῦτο γὰρ τὸ ὄρος ὑπὸ Πέρσῃσι ἄρχεται , τὰ δὲ πρὸς βορέην ἄνεμον τοῦ Καυκάσιος Περσέων οὐδὲν ἔτι φροντίζει , οὗτοι ὦν δῶρα τὰ ἐτάξαντο ἔτι καὶ ἐς ἐμὲ διὰ πεντετηρίδος ἀγίνεον , ἑκατὸν παῖδας καὶ ἑκατὸν παρθένους . Ἀράβιοι δὲ χίλια τάλαντα ἀγίνεον λιβανωτοῦ ἀνὰ πᾶν ἔτος . Ταῦτα μὲν οὗτοι δῶρα πάρεξ τοῦ φόρου βασιλέϊ ἐκόμιζον .