3.91 Ἀπὸ δὲ Ποσιδηίου πόλιος , τὴν Ἀμφίλοχος Ἀμφιάρεω οἴκισε ἐπ’ οὔροισι τοῖσι Κιλίκων τε καὶ Συρίων , ἀρξάμενος ἀπὸ ταύτης μέχρι Αἰγύπτου , πλὴν μοίρης τῆς Ἀραβίων ταῦτα γὰρ ἦν ἀτελέα , πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν · ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε πᾶσα καὶ Συρίη Παλαιστίνη καλεομένη καὶ Κύπρος · νομὸς πέμπτος οὗτος . Ἀπ’ Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης ἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατο ἑπτακόσια προσήιε τάλαντα , πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου , τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων · τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ ἐπιμετρεομένου σίτου προσήιε τὰ ἑπτακόσια τάλαντα · πρὸς γὰρ δυοκαίδεκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι · νομὸς ἕκτος οὗτος . Σατταγύδαι δὲ καὶ Γανδάριοι καὶ Δαδίκαι τε καὶ Ἀπαρύται ἐς τὠυτὸ τεταγμένοι ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέφερον · νομὸς ἕβδομος οὗτος . Ἀπὸ Σούσων δὲ καὶ τῆς ἄλλης Κισσίων χώρης τριηκόσια · νομὸς ὄγδοος οὗτος .