3.88 Δαρεῖός τε δὴ Ὑστάσπεος βασιλεὺς ἀπεδέδεκτο , καί οἱ ἦσαν ἐν τῇ Ἀσίῃ πάντες κατήκοοι πλὴν Ἀραβίων , Κύρου τε καταστρεψαμένου καὶ ὕστερον αὖτις Καμβύσεω . Ἀράβιοι δὲ οὐδαμὰ κατήκουσαν ἐπὶ δουλοσύνῃ Πέρσῃσι , ἀλλὰ ξεῖνοι ἐγένοντο παρέντες Καμβύσην ἐπ’ Αἴγυπτον · ἀεκόντων γὰρ Ἀραβίων οὐκ ἂν ἐσβάλοιεν Πέρσαι ἐς Αἴγυπτον . Γάμους τε τοὺς πρώτους ἐγάμεε Πέρσῃσι Δαρεῖος , Κύρου μὲν δύο θυγατέρας Ἄτοσσάν τε καὶ Ἀρτυστώνην , τὴν μὲν Ἄτοσσαν προσυνοικήσασαν Καμβύσῃ τε τῷ ἀδελφεῷ καὶ αὖτις τῷ μάγῳ , τὴν δὲ Ἀρτυστώνην παρθένον · ἑτέρην δὲ Σμέρδιος τοῦ Κύρου θυγατέρα ἔγημε , τῇ οὔνομα ἦν Πάρμυς · ἔσχε δὲ καὶ τὴν τοῦ Ὀτάνεω θυγατέρα , τὸν μάγον κατάδηλον ἐποίησε . Δυνάμιός τε πάντα οἱ ἐπιμπλέατο . Πρῶτον μέν νυν τύπον ποιησάμενος λίθινον ἔστησε · ζῷον δέ οἱ ἐνῆν ἀνὴρ ἱππεύς , ἐπέγραψε δέ οἱ γράμματα λέγοντα τάδε · ʹ Δαρεῖος Ὑστάσπεος σύν τε τοῦ ἵππου τῇ ἀρετῇ τὸ οὔνομα λέγων καὶ Οἰβάρεος τοῦ ἱπποκόμου ἐκτήσατο τὴν Περσέων βασιληίην . ʹ