3.89 Ποιήσας δὲ ταῦτα , ἐν Πέρσῃσι ἀρχὰς κατεστήσατο εἴκοσι , τὰς αὐτοὶ καλέουσι σατραπηίας · καταστήσας δὲ τὰς ἀρχὰς καὶ ἄρχοντας ἐπιστήσας ἐτάξατο φόρους οἱ προσιέναι κατὰ ἔθνεά τε καὶ πρὸς τοῖσι ἔθνεσι τοὺς πλησιοχώρους προστάσσων , καὶ ὑπερβαίνων τοὺς προσεχέας τὰ ἑκαστέρω ἄλλοισι ἄλλα ἔθνεα νέμων . Ἀρχὰς δὲ καὶ φόρων πρόσοδον τὴν ἐπέτειον κατὰ τάδε διεῖλε . Τοῖσι μὲν αὐτῶν ἀργύριον ἀπαγινέουσι εἴρητο Βαβυλώνιον σταθμὸν τάλαντον ἀπαγινέειν , τοῖσι δὲ χρυσίον ἀπαγινέουσι Εὐβοϊκόν · τὸ δὲ Βαβυλώνιον τάλαντον δύναται Εὐβοΐδας ἑβδομήκοντα μνέας . Ἐπὶ γὰρ Κύρου ἄρχοντος καὶ αὖτις Καμβύσεω ἦν κατεστηκὸς οὐδὲν φόρου πέρι , ἀλλὰ δῶρα ἀγίνεον . Διὰ δὲ ταύτην τὴν ἐπίταξιν τοῦ φόρου καὶ παραπλήσια ταύτῃ ἄλλα λέγουσι Πέρσαι ὡς Δαρεῖος μὲν ἦν κάπηλος , Καμβύσης δὲ δεσπότης , Κῦρος δὲ πατήρ , μὲν ὅτι ἐκαπήλευε πάντα τὰ πρήγματα , δὲ ὅτι χαλεπός τε ἦν καὶ ὀλίγωρος , δὲ ὅτι ἤπιός τε καὶ ἀγαθά σφι πάντα ἐμηχανήσατο .