3.86 Ἅμ’ ἡμέρῃ δὲ διαφωσκούσῃ οἱ ἓξ κατὰ συνεθήκαντο παρῆσαν ἐπὶ τῶν ἵππων · διεξελαυνόντων δὲ κατὰ τὸ προάστειον , ὡς κατὰ τοῦτο τὸ χωρίον ἐγίνοντο ἵνα τῆς παροιχομένης νυκτὸς κατεδέδετο θήλεα ἵππος , ἐνθαῦτα Δαρείου ἵππος προσδραμὼν ἐχρεμέτισε . Ἅμα δὲ τῷ ἵππῳ τοῦτο ποιήσαντι ἀστραπὴ ἐξ αἰθρίης καὶ βροντὴ ἐγένετο . Ἐπιγενόμενα δὲ ταῦτα τῷ Δαρείῳ ἐτελέωσέ μιν ὥσπερ ἐκ συνθέτου τέο γενόμενα · οἱ δὲ καταθορόντες ἀπὸ τῶν ἵππων προσεκύνεον τὸν Δαρεῖον .
3.87 Οἱ μὲν δή φασι τὸν Οἰβάρεα ταῦτα μηχανήσασθαι , οἱ δὲ τοιάδε καὶ γὰρ ἐπ’ ἀμφότερα λέγεται ὑπὸ Περσέων , ὡς τῆς ἵππου ταύτης τῶν ἄρθρων ἐπιψαύσας τῇ χειρὶ ἔχοι αὐτὴν κρύψας ἐν τῇσι ἀναξυρίσι · ὡς δὲ ἅμα τῷ ἡλίῳ ἀνιόντι ἀπίεσθαι μέλλειν τοὺς ἵππους , τὸν Οἰβάρεα ταύτην ἐξείραντα τὴν χεῖρα πρὸς τοῦ Δαρείου ἵππου τοὺς μυκτῆρας προσενεῖκαι , τὸν δὲ αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι .