3.85 Δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός , τῷ οὔνομα ἦν Οἰβάρης . Πρὸς τοῦτον τὸν ἄνδρα , ἐπείτε διελύθησαν , ἔλεξε Δαρεῖος τάδε · ʹ Οἴβαρες , ἡμῖν δέδοκται περὶ τῆς βασιληίης ποιέειν κατὰ τάδε · ὅτεο ἂν ἵππος πρῶτος φθέγξηται ἅμα τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων , τοῦτον ἔχειν τὴν βασιληίην . Νῦν ὦν εἴ τινα ἔχεις σοφίην , μηχανῶ ὡς ἂν ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις . ʹ Ἀμείβεται Οἰβάρης τοῖσδε · ʹ Εἰ μὲν δή , δέσποτα , ἐν τούτῳ τοί ἐστι βασιλέα εἶναι μή , θάρσεε τούτου εἵνεκεν καὶ θυμὸν ἔχε ἀγαθόν , ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σέο ἔσται · τοιαῦτα ἔχω φάρμακα . ʹ Λέγει Δαρεῖος · ʹ Εἰ τοίνυν τι τοιοῦτο ἔχεις σόφισμα , ὥρη μηχανᾶσθαι καὶ μὴ ἀναβάλλεσθαι , ὡς τῆς ἐπιούσης ἡμέρης ἀγὼν ἡμῖν ἔστι . ʹ Ἀκούσας ταῦτα Οἰβάρης ποιέει τοιόνδε · ὡς ἐγίνετο νύξ , τῶν θηλέων ἵππων μίαν , τὴν Δαρείου ἵππος ἔστεργε μάλιστα , ταύτην ἀγαγὼν ἐς τὸ προάστειον κατέδησε καὶ ἐπήγαγε τὸν Δαρείου ἵππον καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ , τῇ ἵππῳ ἐγχρίμπτων τῇ θηλέῃ , τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον .