3.84 Οἱ δὲ λοιποὶ τῶν ἑπτὰ ἐβουλεύοντο ὡς βασιλέα δικαιότατα στήσονται . Καί σφι ἔδοξε Ὀτάνῃ μὲν καὶ τοῖσι ἀπὸ Ὀτάνεω αἰεὶ γινομένοισι , ἢν ἐς ἄλλον τινὰ τῶν ἑπτὰ ἔλθῃ βασιληίη , ἐξαίρετα δίδοσθαι ἐσθῆτά τε Μηδικὴν ἔτεος ἑκάστου καὶ τὴν πᾶσαν δωρεὴν γίνεται ἐν Πέρσῃσι τιμιωτάτη . Τοῦδε δὲ εἵνεκεν ἐβούλευσάν οἱ δίδοσθαι ταῦτα , ὅτι ἐβούλευσέ τε πρῶτος τὸ πρῆγμα καὶ συνέστησε αὐτούς . Ταῦτα μὲν δὴ Ὀτάνῃ ἐξαίρετα . Τάδε δὲ ἐς τὸ κοινὸν ἐβούλευσαν , παριέναι ἐς τὰ βασιλήια πάντα τὸν βουλόμενον τῶν ἑπτὰ ἄνευ ἐσαγγελέος , ἢν μὴ τυγχάνῃ εὕδων μετὰ γυναικὸς βασιλεύς , γαμέειν δὲ μὴ ἐξεῖναι ἄλλοθεν τῷ βασιλέϊ ἐκ τῶν συνεπαναστάντων . Περὶ δὲ τῆς βασιληίης ἐβούλευσαν τοιόνδε · ὅτεο ἂν ἵππος ἡλίου ἐπανατέλλοντος πρῶτος φθέγξηται ἐν τῷ προαστείῳ αὐτῶν ἐπιβεβηκότων , τοῦτον ἔχειν τὴν βασιληίην . ʹ