3.83 Γνῶμαι μὲν δὴ τρεῖς αὗται προεκέατο , οἱ δὲ τέσσερες τῶν ἑπτὰ ἀνδρῶν προσέθεντο ταύτῃ . Ὡς δὲ ἑσσώθη τῇ γνώμῃ Ὀτάνης Πέρσῃσι ἰσονομίην σπεύδων ποιῆσαι , ἔλεξε ἐς μέσον αὐτοῖσι τάδε · ʹ Ἄνδρες στασιῶται , δῆλα γὰρ δὴ ὅτι δεῖ ἕνα γέ τινα ἡμέων βασιλέα γενέσθαι , ἤτοι κλήρῳ γε λαχόντα , ἐπιτρεψάντων τῷ Περσέων πλήθεϊ τὸν ἂν ἐκεῖνο ἕληται , ἄλλῃ τινὶ μηχανῇ · ἐγὼ μέν νυν ὑμῖν οὐκ ἐναγωνιεῦμαι . Οὔτε γὰρ ἄρχειν οὔτε ἄρχεσθαι ἐθέλω · ἐπὶ τούτῳ δὲ ὑπεξίσταμαι τῆς ἀρχῆς , ἐπ’ τε ὑπ’ οὐδενὸς ὑμέων ἄρξομαι , οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ ἀπ’ ἐμέο αἰεὶ γινόμενοι . ʹ Τούτου εἴπαντος ταῦτα ὡς συνεχώρεον οἱ ἓξ ἐπὶ τούτοισι , οὗτος μὲν δή σφι οὐκ ἐνηγωνίζετο ἀλλ’ ἐκ μέσου κατῆστο . Καὶ νῦν αὕτη οἰκίη διατελέει μούνη ἐλευθέρη ἐοῦσα Περσέων καὶ ἄρχεται τοσαῦτα ὅσα αὐτὴ θέλει , νόμους οὐκ ὑπερβαίνουσα τοὺς Περσέων .