3.80 Ἐπείτε δὲ κατέστη θόρυβος καὶ ἐκτὸς πέντε ἡμερέων ἐγένετο , ἐβουλεύοντο οἱ ἐπαναστάντες τοῖσι μάγοισι περὶ τῶν πάντων πρηγμάτων , καὶ ἐλέχθησαν λόγοι ἄπιστοι μὲν ἐνίοισι Ἑλλήνων , ἐλέχθησαν δ’ ὦν . Ὀτάνης μὲν ἐκέλευε ἐς μέσον Πέρσῃσι καταθεῖναι τὰ πρήγματα , λέγων τάδε · ʹ Ἐμοὶ δοκέει ἕνα μὲν ἡμέων μούναρχον μηκέτι γενέσθαι · οὔτε γὰρ ἡδὺ οὔτε ἀγαθόν . Εἴδετε μὲν γὰρ τὴν Καμβύσεω ὕβριν ἐπ’ ὅσον ἐπεξῆλθε , μετεσχήκατε δὲ καὶ τῆς τοῦ μάγου ὕβριος . Κῶς δ’ ἂν εἴη χρῆμα κατηρτημένον μουναρχίη , τῇ ἔξεστι ἀνευθύνῳ ποιέειν τὰ βούλεται ; Καὶ γὰρ ἂν τὸν ἄριστον ἀνδρῶν πάντων στάντα ἐς ταύτην τὴν ἀρχὴν ἐκτὸς τῶν ἐωθότων νοημάτων στήσειε . Ἐγγίνεται μὲν γάρ οἱ ὕβρις ὑπὸ τῶν παρεόντων ἀγαθῶν , φθόνος δὲ ἀρχῆθεν ἐμφύεται ἀνθρώπῳ . Δύο δ’ ἔχων ταῦτα ἔχει πᾶσαν κακότητα · τὰ μὲν γὰρ ὕβρι κεκορημένος ἔρδει πολλὰ καὶ ἀτάσθαλα , τὰ δὲ φθόνῳ . Καίτοι ἄνδρα γε τύραννον ἄφθονον ἔδει εἶναι , ἔχοντά γε πάντα τὰ ἀγαθά · τὸ δὲ ὑπεναντίον τούτου ἐς τοὺς πολιήτας πέφυκε · φθονέει γὰρ τοῖσι ἀρίστοισι περιεοῦσί τε καὶ ζώουσι , χαίρει δὲ τοῖσι κακίστοισι τῶν ἀστῶν , διαβολὰς δὲ ἄριστος ἐνδέκεσθαι . Ἀναρμοστότατον δὲ πάντων · ἤν τε γὰρ αὐτὸν μετρίως θωμάζῃς , ἄχθεται ὅτι οὐ κάρτα θεραπεύεται , ἤν τε θεραπεύῃ τις κάρτα , ἄχθεται ἅτε θωπί . Τὰ δὲ δὴ μέγιστα ἔρχομαι ἐρέων · νόμαιά τε κινέει πάτρια καὶ βιᾶται γυναῖκας κτείνει τε ἀκρίτους . Πλῆθος δὲ ἄρχον πρῶτα μὲν οὔνομα πάντων κάλλιστον ἔχει , ἰσονομίην . Δεύτερα δὲ τούτων τῶν μούναρχος ποιέει οὐδέν · πάλῳ μὲν γὰρ ἀρχὰς ἄρχει , ὑπεύθυνον δὲ ἀρχὴν ἔχει , βουλεύματα δὲ πάντα ἐς τὸ κοινὸν ἀναφέρει . Τίθεμαι ὦν γνώμην μετέντας ἡμέας μουναρχίην τὸ πλῆθος ἀέξειν · ἐν γὰρ τῷ πολλῷ ἔνι τὰ πάντα . ʹ