3.81 Ὀτάνης μὲν δὴ ταύτην τὴν γνώμην ἐσέφερε . Μεγάβυζος δὲ ὀλιγαρχίῃ ἐκέλευε ἐπιτρέπειν , λέγων τάδε · ʹ Τὰ μὲν Ὀτάνης εἶπε τυραννίδα παύων , λελέχθω κἀμοὶ ταῦτα · τὰ δ’ ἐς τὸ πλῆθος ἄνωγε κελεύων φέρειν τὸ κράτος , γνώμης τῆς ἀρίστης ἡμάρτηκε . Ὁμίλου γὰρ ἀχρηίου οὐδέν ἐστι ἀσυνετώτερον οὐδὲ ὑβριστότερον . Καίτοι τυράννου ὕβριν φεύγοντας ἄνδρας ἐς δήμου ἀκολάστου ὕβριν πεσεῖν ἐστι οὐδαμῶς ἀνασχετόν · μὲν γὰρ εἴ τι ποιέει , γινώσκων ποιέει , τῷ δὲ οὐδὲ γινώσκειν ἔνι . Κῶς γὰρ ἂν γινώσκοι ὃς οὔτ’ ἐδιδάχθη οὔτε εἶδε καλὸν οὐδὲν οὐδ’ οἰκήιον , ὠθέει τε ἐμπεσὼν τὰ πρήγματα ἄνευ νόου , χειμάρρῳ ποταμῷ ἴκελος ; Δήμῳ μέν νυν , οἳ Πέρσῃσι κακὸν νοεῦσι , οὗτοι χράσθων · ἡμεῖς δὲ ἀνδρῶν τῶν ἀρίστων ἐπιλέξαντες ὁμιλίην τούτοισι περιθέωμεν τὸ κράτος · ἐν γὰρ δὴ τούτοισι καὶ αὐτοὶ ἐνεσόμεθα , ἀρίστων δὲ ἀνδρῶν οἰκὸς ἄριστα βουλεύματα γίνεσθαι . ʹ