3.79 Ἀποκτείναντες δὲ τοὺς μάγους καὶ ἀποταμόντες αὐτῶν τὰς κεφαλὰς τοὺς μὲν τρωματίας ἑωυτῶν αὐτοῦ λείπουσι καὶ ἀδυνασίης εἵνεκεν καὶ φυλακῆς τῆς ἀκροπόλιος , οἱ δὲ πέντε αὐτῶν ἔχοντες τῶν μάγων τὰς κεφαλὰς ἔθεον ἔξω , βοῇ τε καὶ πατάγῳ χρεώμενοι , καὶ Πέρσας τοὺς ἄλλους ἐπεκαλέοντο ἐξηγεόμενοί τε τὸ πρῆγμα καὶ δεικνύντες τὰς κεφαλάς · καὶ ἅμα ἔκτεινον πάντα τινὰ τῶν μάγων τὸν ἐν ποσὶ γινόμενον . Οἱ δὲ Πέρσαι μαθόντες τό τε γεγονὸς ἐκ τῶν ἑπτὰ καὶ τῶν μάγων τὴν ἀπάτην ἐδικαίουν καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιέειν , σπασάμενοι δὲ τὰ ἐγχειρίδια ἔκτεινον ὅκου τινὰ μάγον εὕρισκον · εἰ δὲ μὴ νὺξ ἐπελθοῦσα ἔσχε , ἔλιπον ἂν οὐδένα μάγον . Ταύτην τὴν ἡμέρην θεραπεύουσι Πέρσαι κοινῇ μάλιστα τῶν ἡμερέων καὶ ἐν αὐτῇ ὁρτὴν μεγάλην ἀνάγουσι , κέκληται ὑπὸ Περσέων μαγοφόνια , ἐν τῇ μάγον οὐδένα ἔξεστι φανῆναι ἐς τὸ φῶς , ἀλλὰ κατ’ οἴκους ἑωυτοὺς οἱ μάγοι ἔχουσι τὴν ἡμέρην ταύτην . ʹ