3.78 Οἱ δὲ μάγοι ἔτυχον ἀμφότεροι τηνικαῦτα ἐόντες τε ἔσω καὶ τὰ ἀπὸ Πρηξάσπεος γενόμενα ἐν βουλῇ ἔχοντες . Ἐπεὶ ὦν εἶδον τοὺς εὐνούχους τεθορυβημένους τε καὶ βοῶντας , ἀνά τε ἔδραμον πάλιν ἀμφότεροι καὶ , ὡς ἔμαθον τὸ ποιεύμενον , πρὸς ἀλκὴν ἐτράποντο · μὲν δὴ αὐτῶν φθάνει τὰ τόξα κατελόμενος , δὲ πρὸς τὴν αἰχμὴν ἐτράπετο . Ἐνθαῦτα δὴ συνέμισγον ἀλλήλοισι . Τῷ μὲν δὴ τὰ τόξα ἀναλαβόντι αὐτῶν , ἐόντων τε ἀγχοῦ τῶν πολεμίων καὶ προσκειμένων , ἦν χρηστὰ οὐδέν · δ’ ἕτερος τῇ αἰχμῇ ἠμύνετο καὶ τοῦτο μὲν Ἀσπαθίνην παίει ἐς τὸν μηρόν , τοῦτο δὲ Ἰνταφρένεα ἐς τὸν ὀφθαλμόν · καὶ ἐστερήθη μὲν τοῦ ὀφθαλμοῦ ἐκ τοῦ τρώματος Ἰνταφρένης , οὐ μέντοι ἀπέθανέ γε . Τῶν μὲν δὴ μάγων οὕτερος τρωματίζει τούτους , δὲ ἕτερος , ἐπείτε οἱ τὰ τόξα οὐδὲν χρηστὰ ἐγίνετο , ἦν γὰρ δὴ θάλαμος ἐσέχων ἐς τὸν ἀνδρεῶνα , ἐς τοῦτον καταφεύγει , θέλων αὐτοῦ προσθεῖναι τὰς θύρας . Καί οἱ συνεσπίπτουσι τῶν ἑπτὰ δύο , Δαρεῖός τε καὶ Γωβρύης · συμπλεκέντος δὲ τοῦ Γωβρύεω τῷ μάγῳ Δαρεῖος ἐπεστεὼς ἠπόρεε οἷα ἐν σκότεϊ , προμηθεόμενος μὴ πλήξῃ τὸν Γωβρύην . Ὁρέων δέ μιν ἀργὸν ἐπεστεῶτα Γωβρύης εἴρετο τι οὐ χρᾶται τῇ χειρί . δὲ εἶπε · ʹ Προμηθεόμενος σέο , μὴ πλήξω . ʹ Γωβρύης δὲ ἀμείβετο · ʹ Ὤθεε τὸ ξίφος καὶ δι’ ἀμφοτέρων . ʹ Δαρεῖος δὲ πειθόμενος ὦσέ τε τὸ ἐγχειρίδιον καὶ ἔτυχέ κως τοῦ μάγου .