3.74 Ἐν δὲ οὗτοι ταῦτα ἐβουλεύοντο , ἐγίνετο κατὰ συντυχίην τάδε . Τοῖσι μάγοισι ἔδοξε βουλευομένοισι Πρηξάσπεα φίλον προσθέσθαι , ὅτι τε ἐπεπόνθεε πρὸς Καμβύσεω ἀνάρσια , ὅς οἱ τὸν παῖδα τοξεύσας ἀπολωλέκεε , καὶ διότι μοῦνος ἠπίστατο τὸν Σμέρδιος τοῦ Κύρου θάνατον αὐτοχειρίῃ μιν ἀπολέσας , πρὸς δ’ ἔτι ἐόντα ἐν αἴνῃ μεγίστῃ τὸν Πρηξάσπεα ἐν Πέρσῃσι . Τούτων δή μιν εἵνεκεν καλέσαντες φίλον προσεκτῶντο πίστι τε λαβόντες καὶ ὁρκίοισι μὲν ἕξειν παρ’ ἑωυτῷ μηδ’ ἐξοίσειν μηδενὶ ἀνθρώπων τὴν ἀπὸ σφέων ἀπάτην ἐς Πέρσας γεγονυῖαν , ὑπισχνεόμενοι τὰ πάντα οἱ μύρια δώσειν . Ὑποδεκομένου δὲ τοῦ Πρηξάσπεος ποιήσειν ταῦτα , ὡς ἀνέπεισάν μιν οἱ μάγοι , δεύτερα προσέφερον , αὐτοὶ μὲν φάμενοι Πέρσας πάντας συγκαλέειν ὑπὸ τὸ βασιλήιον τεῖχος , κεῖνον δ’ ἐκέλευον ἀναβάντα ἐπὶ πύργον ἀγορεῦσαι ὡς ὑπὸ τοῦ Κύρου Σμέρδιος ἄρχονται καὶ ὑπ’ οὐδενὸς ἄλλου . Ταῦτα δὲ οὕτω ἐνετέλλοντο ὡς πιστοτάτου δῆθεν ἐόντος αὐτοῦ ἐν Πέρσῃσι , καὶ πολλάκις τε ἀποδεξαμένου γνώμην ὡς περιείη Κύρου Σμέρδις καὶ ἐξαρνησαμένου τὸν φόνον αὐτοῦ .