3.73 Λέγει Γωβρύης μετὰ ταῦτα · ʹ Ἄνδρες φίλοι , ἡμῖν κότε κάλλιον παρέξει ἀνασώσασθαι τὴν ἀρχήν , εἴ γε μὴ οἷοί τε ἐσόμεθα αὐτὴν ἀναλαβεῖν , ἀποθανεῖν ; ὅτε γε ἀρχόμεθα μὲν ἐόντες Πέρσαι ὑπὸ Μήδου ἀνδρὸς μάγου τε , καὶ τούτου ὦτα οὐκ ἔχοντος · ὅσοι τε ὑμέων Καμβύσῃ νοσέοντι παρεγένοντο , πάντως κου μέμνησθε τὰ ἐπέσκηψε Πέρσῃσι τελευτῶν τὸν βίον μὴ πειρωμένοισι ἀνακτᾶσθαι τὴν ἀρχήν · τὰ τότε οὐκ ἐνεδεκόμεθα , ἀλλ’ ἐπὶ διαβολῇ ἐδοκέομεν εἰπεῖν Καμβύσην . Νῦν ὦν τίθεμαι ψῆφον πείθεσθαι Δαρείῳ καὶ μὴ διαλύεσθαι ἐκ τοῦ συλλόγου τοῦδε ἄλλ’ ἰόντας ἐπὶ τὸν μάγον ἰθέως . ʹ Ταῦτα εἶπε Γωβρύης , καὶ πάντες ταύτῃ αἴνεον . ʹ