3.75 Φαμένου δὲ καὶ ταῦτα ἑτοίμου εἶναι ποιέειν τοῦ Πρηξάσπεος , συγκαλέσαντες Πέρσας οἱ μάγοι ἀνεβίβασαν αὐτὸν ἐπὶ πύργον καὶ ἀγορεύειν ἐκέλευον . δὲ τῶν μὲν δὴ ἐκεῖνοι προσεδέοντο αὐτοῦ , τούτων μὲν ἑκὼν ἐπελήθετο , ἀρξάμενος δὲ ἀπ’ Ἀχαιμένεος ἐγενεηλόγησε τὴν πατριὴν τὴν Κύρου · μετὰ δέ , ὡς ἐς τοῦτον κατέβη , τελευτῶν ἔλεγε ὅσα ἀγαθὰ Κῦρος Πέρσας πεποιήκοι . Διεξελθὼν δὲ ταῦτα ἐξέφαινε τὴν ἀληθείην , φάμενος πρότερον μὲν κρύπτειν οὐ γάρ οἱ εἶναι ἀσφαλὲς λέγειν τὰ γενόμενα , ἐν δὲ τῷ παρεόντι ἀναγκαίην μιν καταλαμβάνειν φαίνειν · καὶ δὴ ἔλεγε τὸν μὲν Κύρου Σμέρδιν ὡς αὐτὸς ὑπὸ Καμβύσεω ἀναγκαζόμενος ἀποκτείνειε , τοὺς μάγους δὲ βασιλεύειν . Πέρσῃσι δὲ πολλὰ ἐπαρησάμενος εἰ μὴ ἀνακτησαίατο ὀπίσω τὴν ἀρχὴν καὶ τοὺς μάγους τεισαίατο , ἀπῆκε ἑωυτὸν ἐπὶ κεφαλὴν φέρεσθαι ἀπὸ τοῦ πύργου κάτω . Πρηξάσπης μέν νυν ἐὼν τὸν πάντα χρόνον ἀνὴρ δόκιμος οὕτω ἐτελεύτησε .