3.72 Λέγει πρὸς ταῦτα Ὀτάνης , ἐπειδὴ ὥρα σπερχόμενον Δαρεῖον · ʹ Ἐπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι οὐκ ἐᾷς , ἴθι ἐξηγέο αὐτὸς ὅτεῳ τρόπῳ πάριμεν ἐς τὰ βασιλήια καὶ ἐπιχειρήσομεν αὐτοῖσι . Φυλακὰς γὰρ δὴ διεστεώσας οἶδάς κου καὶ αὐτός , εἰ μὴ ἰδών , ἀλλ’ ἀκούσας · τὰς τέῳ τρόπῳ περήσομεν ; ʹ Ἀμείβεται Δαρεῖος τοῖσδε · ʹ Ὀτάνη , πολλά ἐστι τὰ λόγῳ μὲν οὐκ οἷά τε δηλῶσαι , ἔργῳ δέ · ἄλλα δ’ ἐστὶ τὰ λόγῳ μὲν οἷά τε , ἔργον δὲ οὐδὲν ἀπ’ αὐτῶν λαμπρὸν γίνεται . Ὑμεῖς δὲ ἴστε φυλακὰς τὰς κατεστεώσας ἐούσας οὐδὲν χαλεπὰς παρελθεῖν . Τοῦτο μὲν γὰρ ἡμέων ἐόντων τοιῶνδε οὐδεὶς ὅστις οὐ παρήσει , τὰ μέν κου καταιδεόμενος ἡμέας , τὰ δέ κου καὶ δειμαίνων · τοῦτο δὲ ἔχω αὐτὸς σκῆψιν εὐπρεπεστάτην τῇ πάριμεν , φὰς ἄρτι τε ἥκειν ἐκ Περσέων καὶ βούλεσθαί τι ἔπος παρὰ τοῦ πατρὸς σημῆναι τῷ βασιλέϊ . Ἔνθα γάρ τι δεῖ ψεῦδος λέγεσθαι , λεγέσθω . Τοῦ γὰρ αὐτοῦ γλιχόμεθα οἵ τε ψευδόμενοι καὶ οἱ τῇ ἀληθείῃ διαχρεώμενοι · οἱ μέν γε ψεύδονται τότε ἐπεάν τι μέλλωσι τοῖσι ψεύδεσι πείσαντες κερδήσεσθαι , οἱ δ’ ἀληθίζονται ἵνα τι τῇ ἀληθείη ἐπισπάσωνται κέρδος καί τις μᾶλλόν σφι ἐπιτράπηται . Οὕτω οὐ ταὐτὰ ἀσκέοντες τὠυτοῦ περιεχόμεθα . Εἰ δὲ μηδὲν κερδήσεσθαι μέλλοιεν , ὁμοίως ἂν τε ἀληθιζόμενος ψευδὴς εἴη καὶ ψευδόμενος ἀληθής . Ὃς ἂν μέν νυν τῶν πυλουρῶν ἑκὼν παρίῃ , αὐτῷ οἱ ἄμεινον ἐς χρόνον ἔσται · ὃς δ’ ἂν ἀντιβαίνειν πειρᾶται , διαδεικνύσθω ἐνθαῦτα ἐὼν πολέμιος , καὶ ἔπειτα ὠσάμενοι ἔσω ἔργου ἐχώμεθα . ʹ