3.71 Συνελθόντες δὲ οὗτοι ἐόντες ἑπτὰ ἐδίδοσαν σφίσι λόγους καὶ πίστις . Ἐπείτε δὲ ἐς Δαρεῖον ἀπίκετο γνώμην ἀποφαίνεσθαι , ἔλεγέ σφι τάδε · ʹ Ἐγὼ ταῦτα ἐδόκεον μὲν αὐτὸς μοῦνος ἐπίστασθαι , ὅτι τε μάγος εἴη βασιλεύων καὶ Σμέρδις Κύρου τετελεύτηκε · καὶ αὐτοῦ τούτου εἵνεκεν ἥκω σπουδῇ ὡς συστήσων ἐπὶ τῷ μάγῳ θάνατον . Ἐπείτε δὲ συνήνεικε ὥστε καὶ ὑμέας εἰδέναι καὶ μὴ μοῦνον ἐμέ , ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερβάλλεσθαι · οὐ γὰρ ἄμεινον . ʹ Εἶπε πρὸς ταῦτα Ὀτάνης · ʹ παῖ Ὑστάσπεος , εἶς τε πατρὸς ἀγαθοῦ καὶ ἐκφαίνειν ἔοικας σεωυτὸν ἐόντα τοῦ πατρὸς οὐδὲν ἥσσω . Τὴν μέντοι ἐπιχείρησιν ταύτην μὴ οὕτω συντάχυνε ἀβούλως , ἀλλ’ ἐπὶ τὸ σωφρονέστερον αὐτὴν λάμβανε · δεῖ γὰρ πλέονας γενομένους οὕτως ἐπιχειρέειν . ʹ Λέγει πρὸς ταῦτα Δαρεῖος · ʹ Ἄνδρες οἱ παρεόντες , τρόπῳ τῷ εἰρημένῳ ἐξ Ὀτάνεω εἰ χρήσεσθε , ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα · ἐξοίσει γάρ τις πρὸς τὸν μάγον , ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα . Μάλιστα μέν νυν ὠφείλετε ἐπ’ ὑμέων αὐτῶν βαλλόμενοι ποιέειν ταῦτα · ἐπείτε δὲ ὑμῖν ἀναφέρειν ἐς πλέονας ἐδόκεε καὶ ἐμοὶ ὑπερέθεσθε , ποιέωμεν σήμερον ἴστε ὑμῖν ὅτι ἢν ὑπερπέσῃ νῦν ἡμέρη , ὡς οὐκ ἄλλος φθὰς ἐμέο κατήγορος ἔσται , ἀλλά σφεα αὐτὸς ἐγὼ κατερέω πρὸς τὸν μάγον . ʹ