3.70 δὲ Ὀτάνης παραλαβὼν Ἀσπαθίνην καὶ Γωβρύην , Περσέων τε πρώτους ἐόντας καὶ ἑωυτῷ ἐπιτηδεοτάτους ἐς πίστιν , ἀπηγήσατο πᾶν τὸ πρῆγμα . Οἱ δὲ καὶ αὐτοὶ ἄρα ὑπώπτευον οὕτω τοῦτο ἔχειν , ἀνενείκαντος δὲ τοῦ Ὀτάνεω τοὺς λόγους ἐδέξαντο . Καὶ ἔδοξέ σφι ἕκαστον ἄνδρα Περσέων προσεταιρίσασθαι τοῦτον ὅτεῳ πιστεύει μάλιστα . Ὀτάνης μέν νυν ἐσάγεται Ἰνταφρένεα , Γωβρύης δὲ Μεγάβυζον , Ἀσπαθίνης δὲ Ὑδάρνεα . Γεγονότων δὲ τούτων ἓξ παραγίνεται ἐς τὰ Σοῦσα Δαρεῖος Ὑστάσπεος ἐκ Περσέων ἥκων · τούτων γὰρ δὴ ἦν οἱ πατὴρ ὕπαρχος . Ἐπεὶ ὦν οὗτος ἀπίκετο , τοῖσι ἓξ τῶν Περσέων ἔδοξε καὶ Δαρεῖον προσεταιρίσασθαι .