3.69 Ἀκούοντι δὲ ταῦτα τῷ Ὀτάνῃ μᾶλλον κατεφαίνετο τὸ πρῆγμα . Τρίτην δὲ ἀγγελίην ἐσπέμπει παρ’ αὐτὴν λέγουσαν ταῦτα · ʹ θύγατερ , δεῖ σε γεγονυῖαν εὖ κίνδυνον ἀναλαβέσθαι τὸν ἂν πατὴρ ὑποδύνειν κελεύῃ · εἰ γὰρ δὴ μή ἐστι Κύρου Σμέρδις ἀλλὰ τὸν καταδοκέω ἐγώ , οὔτοι μιν σοί τε συγκοιμώμενον καὶ τὸ Περσέων κράτος ἔχοντα δεῖ χαίροντα ἀπαλλάσσειν , ἀλλὰ δοῦναι δίκην . Νῦν ὦν ποίησον τάδε · ἐπεὰν σοὶ συνεύδῃ καὶ μάθῃς αὐτὸν κατυπνωμένον , ἄφασον αὐτοῦ τὰ ὦτα . Καὶ ἢν μὲν φαίνηται ἔχων ὦτα , νόμιζε σεωυτὴν Σμέρδι τῷ Κύρου συνοικέειν , ἢν δὲ μὴ ἔχων , σὺ δὲ τῷ μάγῳ Σμέρδι . ʹ Ἀντιπέμπει πρὸς ταῦτα Φαιδύμη φαμένη κινδυνεύσειν μεγάλως , ἢν ποιῇ ταῦτα · εἰ γὰρ δὴ μὴ τυγχάνει τὰ ὦτα ἔχων , ἐπίλαμπτος δὲ ἀφάσσουσα ἔσται , εὖ εἰδέναι ὡς ἀϊστώσει μιν · ὅμως μέντοι ποιήσειν ταῦτα . μὲν δὴ ὑπεδέξατο ταῦτα τῷ πατρὶ κατεργάσεσθαι , τοῦ δὲ μάγου τούτου τοῦ Σμέρδιος Κῦρος Καμβύσεω ἄρχων τὰ ὦτα ἀπέταμε ἐπ’ αἰτίῃ δή τινι οὐ σμικρῇ . ὦν δὴ Φαιδύμη αὕτη , τοῦ Ὀτάνεω θυγάτηρ , πάντα ἐπιτελέουσα τὰ ὑπεδέξατο τῷ πατρί , ἐπείτε αὐτῆς μέρος ἐγίνετο τῆς ἀπίξιος παρὰ τὸν μάγον ἐν περιτροπῇ γὰρ δὴ αἱ γυναῖκες φοιτῶσι τοῖσι Πέρσῃσι , ἐλθοῦσα παρ’ αὐτὸν ηὗδε , ὑπνωμένου δὲ καρτερῶς τοῦ μάγου ἤφασε τὰ ὦτα . Μαθοῦσα δὲ οὐ χαλεπῶς ἀλλ’ εὐπετέως οὐκ ἔχοντα τὸν ἄνδρα ὦτα , ὡς ἡμέρη τάχιστα ἐγεγόνεε , πέμψασα ἐσήμηνε τῷ πατρὶ τὰ γενόμενα .