3.68 Προεῖπε μὲν δὴ ταῦτα αὐτίκα ἐνιστάμενος ἐς τὴν ἀρχήν , ὀγδόῳ δὲ μηνὶ ἐγένετο κατάδηλος τρόπῳ τοιῷδε . Ὀτάνης ἦν Φαρνάσπεω μὲν παῖς , γένεϊ δὲ καὶ χρήμασι ὅμοιος τῷ πρώτῳ Περσέων . Οὗτος Ὀτάνης πρῶτος ὑπώπτευσε τὸν μάγον ὡς οὐκ εἴη Κύρου Σμέρδις ἀλλ’ ὅς περ ἦν , τῇδε συμβαλόμενος , ὅτι τε οὐκ ἐξεφοίτα ἐκ τῆς ἀκροπόλιος καὶ ὅτι οὐκ ἐκάλεε ἐς ὄψιν ἑωυτῷ οὐδένα τῶν λογίμων Περσέων . Ὑποπτεύσας δέ μιν ἐποίεε τάδε . Ἔσχε αὐτοῦ Καμβύσης θυγατέρα , τῇ οὔνομα ἦν Φαιδύμη · τὴν αὐτὴν δὴ ταύτην εἶχε τότε μάγος καὶ ταύτῃ τε συνοίκεε καὶ τῇσι ἄλλῃσι πάσῃσι τῇσι τοῦ Καμβύσεω γυναιξί . Πέμπων δὴ ὦν Ὀτάνης παρὰ ταύτην τὴν θυγατέρα ἐπυνθάνετο παρ’ ὅτεῳ ἀνθρώπων κοιμῷτο , εἴτε μετὰ Σμέρδιος τοῦ Κύρου εἴτε μετὰ ἄλλου τεο . δέ οἱ ἀντέπεμπε φαμένη οὐ γινώσκειν · οὔτε γὰρ τὸν Κύρου Σμέρδιν ἰδέσθαι οὐδαμὰ οὔτε ὅστις εἴη συνοικέων αὐτῇ εἰδέναι . Ἔπεμπε δεύτερα Ὀτάνης λέγων · ʹ Εἰ μὴ αὐτὴ Σμέρδιν τὸν Κύρου γινώσκεις , σὺ δὲ παρὰ Ἀτόσσης πύθεο ὅτεῳ τούτῳ συνοικέει αὐτή τε ἐκείνη καὶ σύ · πάντως γὰρ δή κου τόν γε ἑωυτῆς ἀδελφεὸν γινώσκει ʹ . Ἀντιπέμπει πρὸς ταῦτα θυγάτηρ . ʹ Οὔτε Ἀτόσσῃ δύναμαι ἐς λόγους ἐλθεῖν οὔτε ἄλλην οὐδεμίαν ἰδέσθαι τῶν συγκατημένων γυναικῶν · ἐπείτε γὰρ τάχιστα οὗτος ὥνθρωπος , ὅστις κοτέ ἐστι , παρέλαβε τὴν βασιληίην , διέσπειρε ἡμέας ἄλλην ἄλλῃ τάξας . ʹ