3.66 Πέρσαι δὲ ὡς τὸν βασιλέα εἶδον ἀνακλαύσαντα , πάντες τά τε ἐσθῆτος ἐχόμενα εἶχον , ταῦτα κατηρείκοντο καὶ οἰμωγῇ ἀφθόνῳ διεχρέωντο . Μετὰ δὲ ταῦτα ὡς ἐσφακέλισέ τε τὸ ὀστέον καὶ μηρὸς τάχιστα ἐσάπη , ἀπήνεικε Καμβύσην τὸν Κύρου , βασιλεύσαντα μὲν τὰ πάντα ἑπτὰ ἔτεα καὶ πέντε μῆνας , ἄπαιδα δὲ τὸ παράπαν ἐόντα ἔρσενος καὶ θήλεος γόνου . Περσέων δὲ τοῖσι παρεοῦσι ἀπιστίη πολλὴ ὑπεκέχυτο τοὺς μάγους ἔχειν τὰ πρήγματα , ἀλλ’ ἠπιστέατο ἐπὶ διαβολῇ εἰπεῖν Καμβύσην τὰ εἶπε περὶ τοῦ Σμέρδιος θανάτου , ἵνα οἱ ἐκπολεμωθῇ πᾶν τὸ Περσικόν .
3.67 Οὗτοι μέν νυν ἠπιστέατο Σμέρδιν τὸν Κύρου βασιλέα ἐνεστεῶτα · δεινῶς γὰρ καὶ Πρηξάσπης ἔξαρνος ἦν μὴ μὲν ἀποκτεῖναι Σμέρδιν · οὐ γὰρ ἦν οἱ ἀσφαλὲς Καμβύσεω τετελευτηκότος φάναι τὸν Κύρου υἱὸν ἀπολωλεκέναι αὐτοχειρίῃ . δὲ δὴ μάγος τελευτήσαντος Καμβύσεω ἀδέως ἐβασίλευσε , ἐπιβατεύων τοῦ ὁμωνύμου Σμέρδιος τοῦ Κύρου , μῆνας ἑπτὰ τοὺς ἐπιλοίπους Καμβύσῃ ἐς τὰ ὀκτὼ ἔτεα τῆς πληρώσιος · ἐν τοῖσι ἀπεδέξατο ἐς τοὺς ὑπηκόους πάντας εὐεργεσίας μεγάλας , ὥστε ἀποθανόντος αὐτοῦ πόθον ἔχειν πάντας τοὺς ἐν τῇ Ἀσίῃ , πάρεξ αὐτῶν Περσέων · διαπέμψας γὰρ μάγος ἐς πᾶν ἔθνος τῶν ἦρχε προεῖπε ἀτελείην εἶναι στρατηίης καὶ φόρου ἐπ’ ἔτεα τρία .