3.65 Τότε μὲν τοσαῦτα . Ἡμέρῃσι δὲ ὕστερον ὡς εἴκοσι μεταπεμψάμενος Περσέων τῶν παρεόντων τοὺς λογιμωτάτους ἔλεγέ σφι τάδε · ʹ Πέρσαι , καταλελάβηκέ με , τὸ πάντων μάλιστα ἔκρυπτον πρηγμάτων , τοῦτο ἐς ὑμέας ἐκφῆναι . Ἐγὼ γὰρ ἐὼν ἐν Αἰγύπτῳ εἶδον ὄψιν ἐν τῷ ὕπνῳ , τὴν μηδαμὰ ὤφελον ἰδεῖν · ἐδόκεον δέ μοι ἄγγελον ἐλθόντα ἐξ οἴκου ἀγγέλλειν ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε τῇ κεφαλῇ τοῦ οὐρανοῦ . Δείσας δὲ μὴ ἀπαιρεθέω τὴν ἀρχὴν πρὸς τοῦ ἀδελφεοῦ , ἐποίησα ταχύτερα σοφώτερα · ἐν τῇ γὰρ ἀνθρωπηίῃ φύσι οὐκ ἐνῆν ἄρα τὸ μέλλον γίνεσθαι ἀποτρέπειν , ἐγὼ δὲ μάταιος Πρηξάσπεα ἀποπέμπω ἐς Σοῦσα ἀποκτενέοντα Σμέρδιν . Ἐξεργασθέντος δὲ κακοῦ τοσούτου ἀδέως διαιτώμην , οὐδαμὰ ἐπιλεξάμενος μή κοτέ τίς μοι Σμέρδιος ὑπαραιρημένου ἄλλος ἐπανασταίη ἀνθρώπων . Πάντως δὲ τοῦ μέλλοντος ἔσεσθαι ἁμαρτὼν ἀδελφεοκτόνος τε οὐδὲν δέον γέγονα καὶ τῆς βασιληίης οὐδὲν ἧσσον ἐστέρημαι · Σμέρδις γὰρ δὴ ἦν μάγος τόν μοι δαίμων προέφαινε ἐν τῇ ὄψι ἐπαναστήσεσθαι . Τὸ μὲν δὴ ἔργον ἐξέργασταί μοι , καὶ Σμέρδιν τὸν Κύρου μηκέτι ὑμῖν ἐόντα λογίζεσθε · οἱ δὲ ὑμῖν μάγοι κρατέουσι τῶν βασιληίων , τόν τε ἔλιπον ἐπίτροπον τῶν οἰκίων καὶ ἐκείνου ἀδελφεὸς Σμέρδις . Τὸν μέν νυν μάλιστα χρῆν ἐμέο αἰσχρὰ πρὸς τῶν μάγων πεπονθότος τιμωρέειν ἐμοί , οὗτος μὲν ἀνοσίῳ μόρῳ τετελεύτηκε ὑπὸ τῶν ἑωυτοῦ οἰκηιοτάτων · τούτου δὲ μηκέτι ἐόντος , δεύτερα τῶν λοιπῶν ὑμῖν , Πέρσαι , γίνεταί μοι ἀναγκαιότατον ἐντέλλεσθαι τὰ θέλω μοι γενέσθαι τελευτῶν τὸν βίον . Καὶ δὴ ὑμῖν τάδε ἐπισκήπτω θεοὺς τοὺς βασιληίους ἐπικαλέων , καὶ πᾶσι ὑμῖν καὶ μάλιστα Ἀχαιμενιδέων τοῖσι παρεοῦσι , μὴ περιιδεῖν τὴν ἡγεμονίην αὖτις ἐς Μήδους περιελθοῦσαν , ἀλλ’ εἴτε δόλῳ ἔχουσι αὐτὴν κτησάμενοι , δόλῳ ἀπαιρεθῆναι ὑπὸ ὑμέων , εἴτε καὶ σθένεΐ τεῳ κατεργασάμενοι , σθένεϊ κατὰ τὸ καρτερὸν ἀνασώσασθαι . Καὶ ταῦτα μὲν ποιεῦσι ὑμῖν γῆ τε καρπὸν ἐκφέροι καὶ γυναῖκές τε καὶ ποῖμναι τίκτοιεν , ἐοῦσι ἐς τὸν ἅπαντα χρόνον ἐλευθέροισι · μὴ ἀνασωσαμένοισι δὲ τὴν ἀρχὴν μηδ’ ἐπιχειρήσασι ἀνασῴζειν τὰ ἐναντία τούτοισι ἀρῶμαι ὑμῖν γενέσθαι , καὶ πρὸς ἔτι τούτοισι τὸ τέλος Περσέων ἑκάστῳ ἐπιγενέσθαι οἷον ἐμοὶ ἐπιγέγονε . ʹ Ἅμα τε εἴπας ταῦτα Καμβύσης ἀπέκλαιε πᾶσαν τὴν ἑωυτοῦ πρῆξιν . ʹ