3.64 Ἐνθαῦτα ἀκούσαντα Καμβύσην τὸ Σμέρδιος οὔνομα ἔτυψε ἀληθείη τῶν τε λόγων καὶ τοῦ ἐνυπνίου · ὃς ἐδόκεε ἐν τῷ ὕπνῳ ἀπαγγεῖλαί τινά οἱ ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε τῇ κεφαλῇ τοῦ οὐρανοῦ . Μαθὼν δὲ ὡς μάτην ἀπολωλεκὼς εἴη τὸν ἀδελφεόν , ἀπέκλαιε Σμέρδιν · ἀποκλαύσας δὲ καὶ περιημεκτήσας τῇ ἁπάσῃ συμφορῇ ἀναθρῴσκει ἐπὶ τὸν ἵππον , ἐν νόῳ ἔχων τὴν ταχίστην ἐς Σοῦσα στρατεύεσθαι ἐπὶ τὸν μάγον . Καί οἱ ἀναθρῴσκοντι ἐπὶ τὸν ἵππον τοῦ κολεοῦ τοῦ ξίφεος μύκης ἀποπίπτει , γυμνωθὲν δὲ τὸ ξίφος παίει τὸν μηρόν . Τρωματισθεὶς δὲ κατὰ τοῦτο τῇ αὐτὸς πρότερον τὸν τῶν Αἰγυπτίων θεὸν Ἆπιν ἔπληξε , ὥς οἱ καιρίην ἔδοξε τετύφθαι , εἴρετο Καμβύσης τι τῇ πόλι οὔνομα εἴη · οἱ δὲ εἶπαν ὅτι Ἀγβάτανα . Τῷ δὲ ἔτι πρότερον ἐκέχρητο ἐκ Βουτοῦς πόλιος ἐν Ἀγβατάνοισι τελευτήσειν τὸν βίον . μὲν δὴ ἐν τοῖσι Μηδικοῖσι Ἀγβατάνοισι ἐδόκεε τελευτήσειν γηραιός , ἐν τοῖσί οἱ ἦν τὰ πάντα πρήγματα , τὸ δὲ χρηστήριον ἐν τοῖσι ἐν Συρίῃ Ἀγβατάνοισι ἔλεγε ἄρα . Καὶ δὴ ὡς τότε ἐπειρόμενος ἐπύθετο τῆς πόλιος τὸ οὔνομα , ὑπὸ τῆς συμφορῆς τῆς τε ἐκ τοῦ μάγου ἐκπεπληγμένος καὶ τοῦ τρώματος ἐσωφρόνησε , συλλαβὼν δὲ τὸ θεοπρόπιον εἶπε · ʹ Ἐνθαῦτα Καμβύσην τὸν Κύρου ἐστὶ πεπρωμένον τελευτᾶν . ʹ