3.63 Ταῦτα εἴπαντος Πρηξάσπεος , ἤρεσε γὰρ Καμβύσῃ , αὐτίκα μεταδίωκτος γενόμενος κῆρυξ ἧκε · ἀπιγμένον δέ μιν εἴρετο Πρηξάσπης τάδε · ʹ Ὤνθρωπε , φὴς γὰρ ἥκειν παρὰ Σμέρδιος τοῦ Κύρου ἄγγελος , νῦν ὦν εἴπας τὴν ἀληθείην ἄπιθι χαίρων , κότερα αὐτός τοι Σμέρδις φαινόμενος ἐς ὄψιν ἐνετέλλετο ταῦτα τῶν τις ἐκείνου ὑπηρετέων . ʹ δὲ εἶπε . ʹ Ἐγὼ Σμέρδιν μὲν τὸν Κύρου , ἐξ ὅτεο βασιλεὺς Καμβύσης ἤλασε ἐς Αἴγυπτον , οὔκω ὄπωπα · δέ μοι μάγος , τὸν Καμβύσης ἐπίτροπον τῶν οἰκίων ἀπέδεξε , οὗτος ταῦτα ἐνετείλατο , φὰς Σμέρδιν τὸν Κύρου εἶναι τὸν ταῦτα ἐπιθέμενον εἶπαι πρὸς ὑμέας . ʹ μὲν δή σφι ἔλεγε οὐδὲν ἐπικαταψευσάμενος , Καμβύσης δὲ εἶπε · ʹ Πρήξασπες , σὺ μὲν οἷα ἀνὴρ ἀγαθὸς ποιήσας τὸ κελευόμενον αἰτίην ἐκπέφευγας · ἐμοὶ δὲ τίς ἂν εἴη Περσέων ἐπανεστεὼς ἐπιβατεύων τοῦ Σμέρδιος οὐνόματος ; ʹ δὲ εἶπε · ʹ Ἐγώ μοι δοκέω συνιέναι τὸ γεγονὸς τοῦτο , βασιλεῦ · οἱ μάγοι εἰσί τοι οἱ ἐπανεστεῶτες , τόν τε ἔλιπες μελεδωνὸν τῶν οἰκίων Πατιζείθης καὶ τούτου ἀδελφεὸς Σμέρδις . ʹ