3.62 Οἵ τε δὴ ὦν ἄλλοι κήρυκες προηγόρευον ταῦτα καὶ δὴ καὶ ἐπ’ Αἴγυπτον ταχθείς εὕρισκε γὰρ Καμβύσην καὶ τὸν στρατὸν ἐόντα τῆς Συρίης ἐν Ἀγβατάνοισι προηγόρευε στὰς ἐς μέσον τὰ ἐντεταλμένα ἐκ τοῦ μάγου . Καμβύσης δὲ ἀκούσας ταῦτα ἐκ τοῦ κήρυκος καὶ ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι ἐκ Πρηξάσπεος πεμφθέντα γὰρ αὐτὸν ὡς ἀποκτενέοντα Σμέρδιν οὐ ποιῆσαι ταῦτα , βλέψας ἐς τὸν Πρηξάσπεα εἶπε · ʹ Πρήξασπες , οὕτω μοι διέπρηξας τό τοι προσέθηκα πρῆγμα ; ʹ δὲ εἶπε · ʹ δέσποτα , οὐκ ἔστι ταῦτα ἀληθέα , ὅκως κοτέ τοι Σμέρδις ἀδελφεὸς σὸς ἐπανέστηκε , οὐδὲ ὅκως τι ἐξ ἐκείνου τοῦ ἀνδρὸς νεῖκός τοι ἔσται μέγα σμικρόν · ἐγὼ γὰρ αὐτὸς ποιήσας τὰ σύ με ἐκέλευες ἔθαψά μιν χερσὶ τῇσι ἐμεωυτοῦ . Εἰ μέν νυν οἱ τεθνεῶτες ἀνεστᾶσι , προσδέκεό τοι καὶ Ἀστυάγεα τὸν Μῆδον ἐπαναστήσεσθαι · εἰ δ’ ἔστι ὥσπερ πρὸ τοῦ , οὐ μή τί τοι ἔκ γε ἐκείνου νεώτερον ἀναβλάστῃ . Νῦν ὦν μοι δοκέει μεταδιώξαντας τὸν κήρυκα ἐξετάζειν εἰρωτῶντας παρ’ ὅτεο ἥκων προαγορεύει ἡμῖν Σμέρδιος βασιλέος ἀκούειν . ʹ