3.61 Καμβύσῃ δὲ τῷ Κύρου χρονίζοντι περὶ Αἴγυπτον καὶ παραφρονήσαντι ἐπανιστέαται ἄνδρες μάγοι δύο ἀδελφεοί , τῶν τὸν ἕτερον κατελελοίπεε τῶν οἰκίων μελεδωνὸν Καμβύσης . Οὗτος δὴ ὦν οἱ ἐπανέστη μαθών τε τὸν Σμέρδιος θάνατον ὡς κρύπτοιτο γενόμενος , καὶ ὡς ὀλίγοι εἴησαν οἱ ἐπιστάμενοι αὐτὸν Περσέων , οἱ δὲ πολλοὶ περιεόντα μιν εἰδείησαν . Πρὸς ταῦτα βουλεύσας τάδε ἐπεχείρησε τοῖσι βασιληίοισι . Ἦν οἱ ἀδελφεός , τὸν εἶπά οἱ συνεπαναστῆναι , οἰκὼς μάλιστα τὸ εἶδος Σμέρδι τῷ Κύρου , τὸν Καμβύσης , ἐόντα ἑωυτοῦ ἀδελφεόν , ἀπέκτεινε · ἦν τε δὴ ὅμοιος τὸ εἶδος τῷ Σμέρδι καὶ δὴ καὶ οὔνομα τὠυτὸ εἶχε Σμέρδιν . Τοῦτον τὸν ἄνδρα ἀναγνώσας μάγος Πατιζείθης ὥς οἱ αὐτὸς πάντα διαπρήξει , εἷσε ἄγων ἐς τὸν βασιλήιον θρόνον . Ποιήσας δὲ τοῦτο κήρυκας τῇ τε ἄλλῃ διέπεμπε καὶ δὴ καὶ ἐς Αἴγυπτον προερέοντα τῷ στρατῷ ὡς Σμέρδιος τοῦ Κύρου ἀκουστέα εἴη τοῦ λοιποῦ ἀλλ’ οὐ Καμβύσεω .