3.60 Ἐμήκυνα δὲ περὶ Σαμίων μᾶλλον , ὅτι σφι τρία ἐστὶ μέγιστα ἁπάντων Ἑλλήνων ἐξεργασμένα , ὄρεός τε ὑψηλοῦ ἐς πεντήκοντα καὶ ἑκατὸν ὀργυιάς , τούτου ὄρυγμα κάτωθεν ἀρξάμενον , ἀμφίστομον · τὸ μὲν μῆκος τοῦ ὀρύγματος ἑπτὰ στάδιοί εἰσι , τὸ δὲ ὕψος καὶ εὖρος ὀκτὼ ἑκάτερον πόδες · διὰ παντὸς δὲ αὐτοῦ ἄλλο ὄρυγμα εἰκοσίπηχυ βάθος ὀρώρυκται , τρίπουν δὲ τὸ εὖρος , δι’ οὗ τὸ ὕδωρ ὀχετευόμενον διὰ σωλήνων παραγίνεται ἐς τὴν πόλιν ἀγόμενον ἀπὸ μεγάλης πηγῆς · ἀρχιτέκτων δὲ τοῦ ὀρύγματος τούτου ἐγένετο Μεγαρεὺς Εὐπαλῖνος Ναυστρόφου . Τοῦτο μὲν δὴ ἓν τῶν τριῶν ἐστι · δεύτερον δὲ περὶ λιμένα χῶμα ἐν θαλάσσῃ , βάθος καὶ εἴκοσι ὀργυιέων , μῆκος δὲ τοῦ χώματος μέζον δύο σταδίων . Τρίτον δέ σφι ἐξέργασται νηὸς μέγιστος πάντων νηῶν τῶν ἡμεῖς ἴδμεν , τοῦ ἀρχιτέκτων πρῶτος ἐγένετο Ῥοῖκος Φίλεω ἀνὴρ ἐπιχώριος . Τούτων εἵνεκεν μᾶλλόν τι περὶ Σαμίων ἐμήκυνα .