3.52 Τέλος δὲ Περίανδρος κήρυγμα ἐποιήσατο , ὃς ἂν οἰκίοισι ὑποδέξηταί μιν προσδιαλεχθῇ , ἱρὴν ζημίην τοῦτον τῷ Ἀπόλλωνι ὀφείλειν , ὅσην δὴ εἴπας . Πρὸς ὦν δὴ τοῦτο τὸ κήρυγμα οὔτε τίς οἱ διαλέγεσθαι οὔτε οἰκίοισι δέκεσθαι ἤθελε · πρὸς δὲ οὐδὲ αὐτὸς ἐκεῖνος ἐδικαίου πειρᾶσθαι ἀπειρημένου , ἀλλὰ διακαρτερέων ἐν τῇσι στοιῇσι ἐκαλινδέετο . Τετάρτῃ δὲ ἡμέρῃ ἰδών μιν Περίανδρος ἀλουσίῃσί τε καὶ ἀσιτίῃσι συμπεπτωκότα οἴκτιρε · ὑπεὶς δὲ τῆς ὀργῆς ἤιε ἆσσον καὶ ἔλεγε · ʹ παῖ , κότερα τούτων αἱρετώτερά ἐστι , ταῦτα τὰ νῦν ἑκὼν πρήσσεις , τὴν τυραννίδα καὶ τἀγαθὰ τὰ νῦν ἐγὼ ἔχω , ταῦτα ἐόντα τῷ πατρὶ ἐπιτήδεον παραλαμβάνειν ; Ὃς ἐὼν ἐμός τε παῖς καὶ Κορίνθου τῆς εὐδαίμονος βασιλεὺς ἀλήτην βίον εἵλεο , ἀντιστατέων τε καὶ ὀργῇ χρεώμενος ἐς τὸν σὲ ἥκιστα ἐχρῆν . Εἰ γάρ τις συμφορὴ ἐν αὐτοῖσι ἐγγέγονε , ἐξ ἧς ὑποψίην ἐς ἐμὲ ἔχεις , ἐμοί τε αὕτη γέγονε καὶ ἐγὼ αὐτῆς τὸ πλέον μέτοχός εἰμι , ὅσῳ αὐτός σφεα ἐξεργασάμην . Σὺ δὲ μαθὼν ὅσῳ φθονέεσθαι κρέσσον ἐστὶ οἰκτίρεσθαι , ἅμα τε ὁκοῖόν τι ἐς τοὺς τοκέας καὶ ἐς τοὺς κρέσσονας τεθυμῶσθαι , ἄπιθι ἐς τὰ οἰκία . ʹ Περίανδρος μὲν τούτοισι αὐτὸν κατελάμβανε , δὲ ἄλλο μὲν οὐδὲν ἀμείβεται τὸν πατέρα , ἔφη δέ μιν ἱρὴν ζημίην ὀφείλειν τῷ θεῷ ἑωυτῷ ἐς λόγους ἀπικόμενον . Μαθὼν δὲ Περίανδρος ὡς ἄπορόν τι τὸ κακὸν εἴη τοῦ παιδὸς καὶ ἀνίκητον , ἐξ ὀφθαλμῶν μιν ἀποπέμπεται στείλας πλοῖον ἐς Κέρκυραν · ἐπεκράτεε γὰρ καὶ ταύτης . Ἀποστείλας δὲ τοῦτον Περίανδρος ἐστρατεύετο ἐπὶ τὸν πενθερὸν Προκλέα , ὡς τῶν παρεόντων οἱ πρηγμάτων ἐόντα αἰτιώτατον , καὶ εἷλε μὲν τὴν Ἐπίδαυρον , εἷλε δὲ αὐτὸν Προκλέα καὶ ἐζώγρησε .