3.51 Ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν πρεσβύτερον τά σφι μητροπάτωρ διελέχθη . δέ οἱ ἀπηγέετο ὥς σφεας φιλοφρόνως ἐδέξατο , ἐκείνου δὲ τοῦ ἔπεος τό σφι Προκλέης ἀποστέλλων εἶπε , ἅτε οὐ νόῳ λαβών , οὐκ ἐμέμνητο . Περίανδρος δὲ οὐδεμίαν μηχανὴν ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι , ἐλιπάρεέ τε ἱστορέων · δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο . Περίανδρος δὲ νόῳ λαβὼν καὶ τοῦτο καὶ μαλακὸν ἐνδιδόναι βουλόμενος οὐδέν , τῇ ἐξελασθεὶς ὑπ’ αὐτοῦ παῖς δίαιταν ἐποιέετο , ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν δέκεσθαι οἰκίοισι · δὲ ὅκως ἀπελαυνόμενος ἔλθοι ἐς ἄλλην οἰκίην , ἀπηλαύνετ’ ἂν καὶ ἀπὸ ταύτης , ἀπειλέοντός τε τοῦ Περιάνδρου τοῖσι δεξαμένοισι καὶ ἐξέργειν κελεύοντος . Ἀπελαυνόμενος δ’ ἂν ἤιε ἐπ’ ἑτέρην τῶν ἑταίρων · οἱ δὲ ἅτε Περιάνδρου ἐόντα παῖδα , καίπερ δειμαίνοντες , ὅμως ἐδέκοντο .