3.53 Ἐπεὶ δὲ τοῦ χρόνου προβαίνοντος τε Περίανδρος παρηβήκεε καὶ συνεγινώσκετο ἑωυτῷ οὐκέτι εἶναι δυνατὸς τὰ πρήγματα ἐπορᾶν τε καὶ διέπειν , πέμψας ἐς τὴν Κέρκυραν ἀπεκάλεε τὸν Λυκόφρονα ἐπὶ τὴν τυραννίδα · ἐν γὰρ δὴ τῷ πρεσβυτέρῳ τῶν παίδων νόον οὐκ ἐνώρα , ἀλλά οἱ κατεφαίνετο εἶναι νωθέστερος . δὲ Λυκόφρων οὐδὲ ἀνακρίσιος ἠξίωσε τὸν φέροντα τὴν ἀγγελίην . Περίανδρος δὲ περιεχόμενος τοῦ νεηνίεω δεύτερα ἀπέστειλε ἐπ’ αὐτὸν τὴν ἀδελφεήν , ἑωυτοῦ δὲ θυγατέρα , δοκέων μιν μάλιστα ταύτῃ ἂν πείθεσθαι . Ἀπικομένης δὲ ταύτης καὶ λεγούσης · παῖ , βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾶλλον αὐτός σφεα ἀπελθὼν ἔχειν ; Ἄπιθι ἐς τὰ οἰκία , παῦσαι σεωυτὸν ζημιῶν . Φιλοτιμίη κτῆμα σκαιόν · μὴ τῷ κακῷ τὸ κακὸν ἰῶ . Πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτιθεῖσι . Πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια ἀπέβαλον . Τυραννὶς χρῆμα σφαλερόν , πολλοὶ δὲ αὐτῆς ἐρασταί εἰσι , δὲ γέρων τε ἤδη καὶ παρηβηκώς · μὴ δῷς τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι . ʹ μὲν δὴ τὰ ἐπαγωγότατα διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν · δὲ ὑποκρινόμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον , ἔστ’ ἂν πυνθάνηται περιεόντα τὸν πατέρα . Ἀπαγγειλάσης δὲ ταύτης ταῦτα τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς μὲν ἐς Κέρκυραν ἥκειν , ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος . Καταινέσαντος δ’ ἐπὶ τούτοισι τοῦ παιδὸς μὲν Περίανδρος ἐστέλλετο ἐς τὴν Κέρκυραν , δὲ παῖς οἱ ἐς τὴν Κόρινθον . Μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα , ἵνα μή σφι Περίανδρος ἐς τὴν χώρην ἀπίκηται , κτείνουσι τὸν νεηνίσκον . Ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο . ʹ