3.49 Εἰ μέν νυν Περιάνδρου τελευτήσαντος τοῖσι Κορινθίοισι φίλια ἦν πρὸς τοὺς Κερκυραίους , οἱ δὲ οὐκ ἂν συνελάβοντο τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ταύτης εἵνεκεν τῆς αἰτίης · νῦν δὲ αἰεὶ ἐπείτε ἔκτισαν τὴν νῆσον εἰσὶ ἀλλήλοισι διάφοροι ἐόντες ὅμαιμοι . Τούτων ὦν εἵνεκεν ἀπεμνησικάκεον τοῖσι Σαμίοισι οἱ Κορίνθιοι . Ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπ’ ἐκτομῇ Περίανδρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεόμενος · πρότεροι γὰρ οἱ Κερκυραῖοι ἦρξαν ἐς αὐτὸν πρῆγμα ἀτάσθαλον ποιήσαντες .
3.50 Ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε , συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι . Ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες , ἡλικίην μὲν ἑπτακαίδεκα , δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς . Τούτους μητροπάτωρ Προκλέης , ἐὼν Ἐπιδαύρου τύραννος , μεταπεμψάμενος παρ’ ἑωυτὸν ἐφιλοφρονέετο , ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας . Ἐπείτε δέ σφεας ἀπεπέμπετο , εἶπε προπέμπων αὐτούς · ʹ Ἆρα ἴστε , παῖδες , ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε ; ʹ Τοῦτο τὸ ἔπος μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο · δὲ νεώτερος , τῷ οὔνομα ἦν Λυκόφρων , ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε , διαλεγομένῳ τε οὔ τι προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου . Τέλος δέ μιν περιθύμως ἔχων Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων .