3.48 Συνεπελάβοντο δὲ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως . Ὕβρισμα γὰρ καὶ ἐς τούτους εἶχε ἐκ τῶν Σαμίων γενόμενον τρίτῃ γενεῇ πρότερον τοῦ στρατεύματος τούτου , οὐ κατὰ δὲ τὸν αὐτὸν χρόνον τοῦ κρητῆρος τῇ ἁρπαγῇ γεγονός . Κερκυραίων γὰρ παῖδας τριηκοσίους ἀνδρῶν τῶν πρώτων Περίανδρος Κυψέλου ἐς Σάρδις ἀπέπεμψε παρὰ Ἀλυάττην ἐπ’ ἐκτομῇ . Προσσχόντων δὲ ἐς τὴν Σάμον τῶν ἀγόντων τοὺς παῖδας Κορινθίων , πυθόμενοι οἱ Σάμιοι τὸν λόγον , ἐπ’ οἷσι ἀγοίατο ἐς Σάρδις , πρῶτα μὲν τοὺς παῖδας ἐδίδαξαν ἱροῦ ἅψασθαι Ἀρτέμιδος , μετὰ δὲ οὐ περιορῶντες ἀπέλκειν τοὺς ἱκέτας ἐκ τοῦ ἱροῦ , σιτίων δὲ τοὺς παῖδας ἐργόντων τῶν Κορινθίων , ἐποιήσαντο οἱ Σάμιοι ὁρτήν , τῇ καὶ νῦν ἔτι χρέωνται κατὰ ταὐτά . Νυκτὸς γὰρ ἐπιγενομένης , ὅσον χρόνον ἱκέτευον οἱ παῖδες , ἵστασαν χοροὺς παρθένων τε καὶ ἠιθέων , ἱστάντες δὲ τοὺς χοροὺς τρωκτὰ σησάμου τε καὶ μέλιτος ἐποιήσαντο νόμον φέρεσθαι , ἵνα ἁρπάζοντες οἱ τῶν Κερκυραίων παῖδες ἔχοιεν τροφήν . Ἐς τοῦτο δὲ τόδε ἐγίνετο , ἐς οἱ Κορίνθιοι τῶν παίδων οἱ φύλακοι οἴχοντο ἀπολιπόντες · τοὺς δὲ παῖδας ἀπήγαγον ἐς Κέρκυραν οἱ Σάμιοι .