3.47 Καὶ ἔπειτα παρασκευασάμενοι ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπὶ Σάμον , ὡς μὲν Σάμιοι λέγουσι , εὐεργεσίας ἐκτίνοντες ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν ἐπὶ Μεσσηνίους , ὡς δὲ Λακεδαιμόνιοι λέγουσι , οὐκ οὕτω τιμωρῆσαι δεομένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τείσασθαι βουλόμενοι τοῦ κρητῆρος τῆς ἁρπαγῆς , τὸν ἦγον Κροίσῳ , καὶ τοῦ θώρηκος , τὸν αὐτοῖσι Ἄμασις Αἰγύπτου βασιλεὺς ἔπεμψε δῶρον . Καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ τὸν κρητῆρα οἱ Σάμιοι , ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν , κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου · τῶν δὲ εἵνεκα θωμάσαι ἄξιον ἁρπεδόνη ἑκάστη τοῦ θώρηκος ποιέει · ἐοῦσα γὰρ λεπτὴ ἔχει ἁρπεδόνας ἐν ἑωυτῇ τριηκοσίας καὶ ἑξήκοντα , πάσας φανεράς . Τοιοῦτος ἕτερός ἐστι καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ Ἀθηναίῃ Ἄμασις .