3.45 Οἱ μὲν δὴ λέγουσι τοὺς ἀποπεμφθέντας Σαμίων ὑπὸ Πολυκράτεος οὐκ ἀπικέσθαι ἐς Αἴγυπτον , ἀλλ’ ἐπείτε ἐγένοντο ἐν Καρπάθῳ πλέοντες , δοῦναι σφίσι λόγον , καί σφι ἁδεῖν τὸ προσωτέρω μηκέτι πλέειν · οἱ δὲ λέγουσι ἀπικομένους τε ἐς Αἴγυπτον καὶ φυλασσομένους ἐνθεῦτεν αὐτοὺς ἀποδρῆναι . Καταπλέουσι δὲ ἐς τὴν Σάμον Πολυκράτης νηυσὶ ἀντιάσας ἐς μάχην κατέστη · νικήσαντες δὲ οἱ κατιόντες ἀπέβησαν ἐς τὴν νῆσον , πεζομαχήσαντες δὲ ἐν αὐτῇ ἑσσώθησαν καὶ οὕτω δὴ ἔπλεον ἐς Λακεδαίμονα . Εἰσὶ δὲ οἳ λέγουσι τοὺς ἀπ’ Αἰγύπτου νικῆσαι Πολυκράτεα , λέγοντες ἐμοὶ δοκέειν οὐκ ὀρθῶς · οὐδὲν γὰρ ἔδεέ σφεας Λακεδαιμονίους ἐπικαλέεσθαι , εἴ περ αὐτοὶ ἦσαν ἱκανοὶ Πολυκράτεα παραστήσασθαι . Πρὸς δὲ τούτοισι οὐδὲ λόγος αἱρέει , τῷ ἐπίκουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν πλήθεϊ πολλοί , τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων ἐόντων ὀλίγων ἑσσωθῆναι . Τῶν δ’ ὑπ’ ἑωυτῷ ἐόντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας Πολυκράτης ἐς τοὺς νεωσοίκους συνειλήσας εἶχε ἑτοίμους , ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς τοὺς κατιόντας , ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι .
3.46 Ἐπείτε δὲ οἱ ἐξελασθέντες Σαμίων ὑπὸ Πολυκράτεος ἀπίκοντο ἐς τὴν Σπάρτην , καταστάντες ἐπὶ τοὺς ἄρχοντας ἔλεγον πολλὰ οἷα κάρτα δεόμενοι . Οἱ δέ σφι τῇ πρώτῃ καταστάσι ὑπεκρίναντο τὰ μὲν πρῶτα λεχθέντα ἐπιλεληθέναι , τὰ δὲ ὕστερα οὐ συνιέναι . Μετὰ δὲ ταῦτα δεύτερα καταστάντες ἄλλο μὲν εἶπον οὐδέν , θύλακον δὲ φέροντες ἔφασαν τὸν θύλακον ἀλφίτων δέεσθαι . Οἱ δέ σφι ὑπεκρίναντο τῷ θυλάκῳ περιεργάσθαι · βοηθέειν δ’ ὦν ἔδοξε αὐτοῖσι .