3.41 Ταῦτα ἐπιλεξάμενος Πολυκράτης καὶ νόῳ λαβὼν ὥς οἱ εὖ ὑπετίθετο Ἄμασις , ἐδίζητο ἐπ’ ἂν μάλιστα τὴν ψυχὴν ἀσηθείη ἀπολομένῳ τῶν κειμηλίων , διζήμενος δ’ εὕρισκε τόδε . Ἦν οἱ σφρηγὶς τὴν ἐφόρεε χρυσόδετος , σμαράγδου μὲν λίθου ἐοῦσα , ἔργον δὲ ἦν Θεοδώρου τοῦ Τηλεκλέος Σαμίου . Ἐπεὶ ὦν ταύτην οἱ ἐδόκεε ἀποβαλεῖν , ἐποίεε τοιάδε · πεντηκόντερον πληρώσας ἀνδρῶν ἐσέβη ἐς αὐτήν , μετὰ δὲ ἀναγαγεῖν ἐκέλευε ἐς τὸ πέλαγος · ὡς δὲ ἀπὸ τῆς νήσου ἑκὰς ἐγένετο , περιελόμενος τὴν σφρηγῖδα πάντων ὁρώντων τῶν συμπλόων ῥίπτει ἐς τὸ πέλαγος . Τοῦτο δὲ ποιήσας ἀπέπλεε , ἀπικόμενος δὲ ἐς τὰ οἰκία συμφορῇ ἐχρᾶτο .