3.42 Πέμπτῃ δὲ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι . Ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι . Φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν , χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν · ʹ βασιλεῦ , ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν , καίπερ ἐὼν ἀποχειροβίοτος , ἀλλά μοι ἐδόκεε σέο τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς · σοὶ δή μιν φέρων δίδωμι . ʹ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοῖσδε · ʹ Κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλὴ τῶν τε λόγων καὶ τοῦ δώρου · καί σε ἐπὶ δεῖπνον καλέομεν . ʹ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία . Τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύϊ αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα · ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα , ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα , διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη . Τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα , γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε , γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε .