3.40 Καί κως τὸν Ἄμασιν εὐτυχέων μεγάλως Πολυκράτης οὐκ ἐλάνθανε , ἀλλά οἱ τοῦτ’ ἦν ἐπιμελές . Πολλῷ δὲ ἔτι πλέονός οἱ εὐτυχίης γινομένης γράψας ἐς βυβλίον τάδε ἐπέστειλε ἐς Σάμον · ʹ Ἄμασις Πολυκράτεϊ ὧδε λέγει . Ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξεῖνον εὖ πρήσσοντα , ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέσκουσι , τὸ θεῖον ἐπισταμένῳ ὡς ἔστι φθονερόν . Καί κως βούλομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τι εὐτυχέειν τῶν πρηγμάτων , τὸ δὲ προσπταίειν , καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων εὐτυχέειν τὰ πάντα · οὐδένα γάρ κω λόγῳ οἶδα ἀκούσας ὅστις ἐς τέλος οὐ κακῶς ἐτελεύτησε πρόρριζος , εὐτυχέων τὰ πάντα . Σύ νυν ἐμοὶ πειθόμενος ποίησον πρὸς τὰς εὐτυχίας τοιάδε . Φροντίσας τὸ ἂν εὕρῃς ἐόν τοι πλείστου ἄξιον καὶ ἐπ’ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις , τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους . Ἤν τε μὴ ἐναλλὰξ ἤδη τὠπὸ τούτου αἱ εὐτυχίαι τοι τῇσι πάθησι προσπίπτωσι , τρόπῳ τῷ ἐξ ἐμέο ὑποκειμένῳ ἀκέο . ʹ