3.39 Καμβύσεω δὲ ἐπ’ Αἴγυπτον στρατευομένου ἐποιήσαντο καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα τὸν Αἰάκεος , ὃς ἔσχε Σάμον ἐπαναστάς . Καὶ τὰ μὲν πρῶτα τριχῇ δασάμενος τὴν πόλιν τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ καὶ Συλοσῶντι διένειμε , μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας , τὸν δὲ νεώτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾶσαν Σάμον . Ἔχων δὲ ξεινίην Ἀμάσι τῷ Αἰγύπτου βασιλέϊ συνεθήκατο , πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρ’ ἐκείνου . Ἐν χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα ηὔξετο καὶ ἦν βεβωμένα ἀνά τε τὴν Ἰωνίην καὶ τὴν ἄλλην Ἑλλάδα · ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι , πάντα οἱ ἐχώρεε εὐτυχέως . Ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους τοξότας . Ἔφερε δὲ καὶ ἦγε πάντας διακρίνων οὐδένα · τῷ γὰρ φίλῳ ἔφη χαριεῖσθαι μᾶλλον ἀποδιδοὺς τὰ ἔλαβε ἀρχὴν μηδὲν λαβών . Συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε , πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστεα · ἐν δὲ δὴ καὶ Λεσβίους πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατήσας εἷλε . . . , οἳ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾶσαν δεδεμένοι ὤρυξαν .