3.38 Πανταχῇ ὦν μοι δῆλά ἐστι ὅτι ἐμάνη μεγάλως Καμβύσης · οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι ἐπεχείρησε καταγελᾶν . Εἰ γάρ τις προθείη πᾶσι ἀνθρώποισι ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ τῶν πάντων νόμων , διασκεψάμενοι ἂν ἑλοίατο ἕκαστοι τοὺς ἑωυτῶν · οὕτω νομίζουσι πολλόν τι καλλίστους τοὺς ἑωυτῶν νόμους ἕκαστοι εἶναι . Οὐκ ὦν οἰκός ἐστι ἄλλον γε μαινόμενον ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι . Ὡς δὲ οὕτω νενομίκασι τὰ περὶ τοὺς νόμους οἱ πάντες ἄνθρωποι , πολλοῖσί τε καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι , ἐν δὲ δὴ καὶ τῷδε . Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνῄσκοντας κατασιτέεσθαι · οἱ δὲ ἐπ’ οὐδενὶ ἔφασαν ἔρδειν ἂν τοῦτο . Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας , οἳ τοὺς γονέας κατεσθίουσι , εἴρετο , παρεόντων τῶν Ἑλλήνων καὶ δι’ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα , ἐπὶ τίνι χρήματι δεξαίατ’ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί · οἱ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον . Οὕτω μέν νυν ταῦτα νενόμισται , καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι , ʹ νόμον πάντων βασιλέα ʹ φήσας εἶναι .