3.37 μὲν δὴ τοιαῦτα πολλὰ ἐς Πέρσας τε καὶ τοὺς συμμάχους ἐξεμαίνετο , μένων ἐν Μέμφι καὶ θήκας τε παλαιὰς ἀνοίγων καὶ σκεπτόμενος τοὺς νεκρούς . Ὣς δὲ δὴ καὶ ἐς τοῦ Ἡφαίστου τὸ ἱρὸν ἦλθε καὶ πολλὰ τῷ ἀγάλματι κατεγέλασε . Ἔστι γὰρ τοῦ Ἡφαίστου τὤγαλμα τοῖσι Φοινικηίοισι Παταΐκοισι ἐμφερέστατον , τοὺς οἱ Φοίνικες ἐν τῇσι πρῴρῃσι τῶν τριηρέων περιάγουσι · ὃς δὲ τούτους μὴ ὄπωπε , ἐγὼ δέ οἱ σημανέω · πυγμαίου ἀνδρὸς μίμησίς ἐστι . Ἐσῆλθε δὲ καὶ ἐς τῶν Καβείρων τὸ ἱρόν , ἐς τὸ οὐ θεμιτόν ἐστι ἐσιέναι ἄλλον γε τὸν ἱρέα · ταῦτα δὲ τὰ ἀγάλματα καὶ ἐνέπρησε πολλὰ κατασκώψας . Ἔστι δὲ καὶ ταῦτα ὅμοια τοῖσι τοῦ Ἡφαίστου · τούτου δέ σφεας παῖδας λέγουσι εἶναι .