3.36 Ταῦτα δέ μιν ποιεῦντα ἐδικαίωσε Κροῖσος Λυδὸς νουθετῆσαι τοῖσδε τοῖσι ἔπεσι · ʹ βασιλεῦ , μὴ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτρεπε , ἀλλ’ ἴσχε καὶ καταλάμβανε σεωυτόν . Ἀγαθόν τοι πρόνοον εἶναι , σοφὸν δὲ προμηθίη · σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας ἐπ’ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών , κτείνεις δὲ παῖδας . Ἢν δὲ πολλὰ τοιαῦτα ποιῇς , ὅρα ὅκως μή σεο ἀποστήσονται Πέρσαι . Ἐμοὶ δὲ πατὴρ σὸς Κῦρος ἐνετέλλετο πολλὰ κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι τι ἂν εὑρίσκω ἀγαθόν . ʹ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα . δ’ ἀμείβετο τοῖσδε · ʹ Σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν , ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας , εὖ δὲ τῷ πατρὶ τῷ ἐμῷ συνεβούλευσας , κελεύων αὐτὸν τὸν Ἀράξην ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας βουλομένων ἐκείνων διαβαίνειν ἐς τὴν ἡμετέρην , καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς , ἀπὸ δὲ ὤλεσας Κῦρον πειθόμενόν τοι . Ἀλλ’ οὔτι χαίρων , ἐπεί τοι καὶ πάλαι ἐς σὲ προφάσιός τεο ἐδεόμην ἐπιλαβέσθαι . ʹ Ταῦτα δὲ εἴπας ἐλάμβανε τὰ τόξα ὡς κατατοξεύσων αὐτόν , Κροῖσος δὲ ἀναδραμὼν ἔθεε ἔξω . δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε , ἐνετείλατο τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι . Οἱ δὲ θεράποντες ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον ἐπὶ τῷδε τῷ λόγῳ ὥστε , εἰ μὲν μεταμελήσει τῷ Καμβύσῃ καὶ ἐπιζητήσει τὸν Κροῖσον , οἱ δὲ ἐκφήναντες αὐτὸν δῶρα λάμψονται ζωάγρια Κροίσου , ἢν δὲ μὴ μεταμέληται μηδὲ ποθέῃ μιν , τότε καταχρήσασθαι . Ἐπόθησέ τε δὴ Καμβύσης τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνῳ ὕστερον , καὶ οἱ θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη . Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι , ἐκείνους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροΐξεσθαι ἀλλ’ ἀποκτενέειν · καὶ ἐποίησε ταῦτα . ʹ