3.32 Ἀμφὶ δὲ τῷ θανάτῳ αὐτῆς διξὸς ὥσπερ περὶ Σμέρδιος λέγεται λόγος . Ἕλληνες μὲν λέγουσι Καμβύσην συμβαλεῖν σκύμνον λέοντος σκύλακι κυνός , θεωρέειν δὲ καὶ τὴν γυναῖκα ταύτην , νικωμένου δὲ τοῦ σκύλακος ἀδελφεὸν αὐτοῦ ἄλλον σκύλακα ἀπορρήξαντα τὸν δεσμὸν παραγενέσθαι οἱ , δύο δὲ γενομένους οὕτω δὴ τοὺς σκύλακας ἐπικρατῆσαι τοῦ σκύμνου · καὶ τὸν μὲν Καμβύσην ἥδεσθαι θεώμενον , τὴν δὲ παρημένην δακρύειν · Καμβύσην δὲ μαθόντα τοῦτο ἐπειρέσθαι δι’ τι δακρύει , τὴν δὲ εἰπεῖν ὡς ἰδοῦσα τὸν σκύλακα τῷ ἀδελφεῷ τιμωρήσαντα δακρύσειε , μνησθεῖσά τε Σμέρδιος καὶ μαθοῦσα ὡς ἐκείνῳ οὐκ εἴη τιμωρήσων . Ἕλληνες μὲν δὴ διὰ τοῦτο τὸ ἔπος φασὶ αὐτὴν ἀπολέσθαι ὑπὸ Καμβύσεω , Αἰγύπτιοι δὲ ὡς τραπέζῃ παρακατημένων λαβοῦσαν θρίδακα τὴν γυναῖκα περιτῖλαι καὶ ἐπανειρέσθαι τὸν ἄνδρα κότερον περιτετιλμένη θρίδαξ δασέα ἐοῦσα εἴη καλλίων , καὶ τὸν φάναι δασέαν , τὴν δὲ εἰπεῖν · ʹ Ταύτην μέντοι κοτὲ σὺ τὴν θρίδακα ἐμιμήσαο , τὸν Κύρου οἶκον ἀποψιλώσας ʹ · τὸν δὲ θυμωθέντα ἐμπηδῆσαι αὐτῇ ἐχούσῃ ἐν γαστρί , καί μιν ἐκτρώσασαν ἀποθανεῖν .
3.33 Ταῦτα μὲν ἐς τοὺς οἰκηιοτάτους Καμβύσης ἐξεμάνη , εἴτε δὴ διὰ τὸν Ἆπιν εἴτε καὶ ἄλλως , οἷα πολλὰ ἔωθε ἀνθρώπους κακὰ καταλαμβάνειν . Καὶ γάρ τινα καὶ ἐκ γενετῆς νοῦσον μεγάλην λέγεται ἔχειν Καμβύσης , τὴν ἱρὴν ὀνομάζουσί τινες · οὔ νύν τοι ἀεικὲς οὐδὲν ἦν τοῦ σώματος νοῦσον μεγάλην νοσέοντος μηδὲ τὰς φρένας ὑγιαίνειν .