3.31 Πρῶτον μὲν δὴ λέγουσι Καμβύσῃ τῶν κακῶν ἄρξαι τοῦτο . Δεύτερα δὲ ἐξεργάσατο τὴν ἀδελφεὴν ἐπισπομένην οἱ ἐς Αἴγυπτον , τῇ καὶ συνοίκεε καὶ ἦν οἱ ἀπ’ ἀμφοτέρων ἀδελφεή . Ἔγημε δὲ αὐτὴν ὧδε · οὐδαμῶς γὰρ ἐώθεσαν πρότερον τῇσι ἀδελφεῇσι συνοικέειν Πέρσαι . Ἠράσθη μιῆς τῶν ἀδελφεῶν Καμβύσης , καὶ ἔπειτα βουλόμενος αὐτὴν γῆμαι , ὅτι οὐκ ἐωθότα ἐπενόεε ποιήσειν , εἴρετο καλέσας τοὺς βασιληίους καλεομένους δικαστὰς εἴ τις ἔστι κελεύων νόμος τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν . Οἱ δὲ βασιλήιοι δικασταὶ κεκριμένοι ἄνδρες γίνονται Περσέων , ἐς οὗ ἀποθάνωσι σφι παρευρεθῇ τι ἄδικον , μέχρι τούτου · οὗτοι δὲ τοῖσι Πέρσῃσι δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται , καὶ πάντα ἐς τούτους ἀνάκειται . Εἰρομένου ὦν τοῦ Καμβύσεω ὑπεκρίναντο αὐτῷ οὗτοι καὶ δίκαια καὶ ἀσφαλέα , φάμενοι νόμον οὐδένα ἐξευρίσκειν ὃς κελεύει ἀδελφεῇ συνοικέειν ἀδελφεόν , ἄλλον μέντοι ἐξευρηκέναι νόμον , τῷ βασιλεύοντι Περσέων ἐξεῖναι ποιέειν τὸ ἂν βούληται . Οὕτω οὔτε τὸν νόμον ἔλυσαν δείσαντες Καμβύσην , ἵνα τε μὴ αὐτοὶ ἀπόλωνται τὸν νόμον περιστέλλοντες παρεξεῦρον ἄλλον νόμον σύμμαχον τῷ θέλοντι γαμέειν ἀδελφεάς . Τότε μὲν δὴ Καμβύσης ἔγημε τὴν ἐρωμένην , μετὰ μέντοι οὐ πολλὸν χρόνον ἔσχε καὶ ἄλλην ἀδελφεήν . Τουτέων δὴ τὴν νεωτέρην ἐπισπομένην οἱ ἐπ’ Αἴγυπτον κτείνει .