3.34 Τάδε δ’ ἐς τοὺς ἄλλους Πέρσας ἐξεμάνη . Λέγεται γὰρ εἰπεῖν αὐτὸν πρὸς Πρηξάσπεα , τὸν ἐτίμα τε μάλιστα καί οἱ τὰς ἀγγελίας σε φόρεε οὗτος , τούτου τε παῖς οἰνοχόος ἦν τῷ Καμβύσῃ , τιμὴ δὲ καὶ αὕτη οὐ σμικρή , εἰπεῖν δὲ λέγεται τάδε · ʹ Πρήξασπες , κοῖόν μέ τινα νομίζουσι Πέρσαι εἶναι ἄνδρα τίνας τε λόγους περὶ ἐμέο ποιεῦνται ; ʹ Τὸν δὲ εἰπεῖν · ʹ δέσποτα , τὰ μὲν ἄλλα πάντα μεγάλως ἐπαινέαι , τῇ δὲ φιλοινίῃ σέ φασι πλεόνως προσκεῖσθαι . ʹ Τὸν μὲν δὴ λέγειν ταῦτα περὶ Περσέων , τὸν δὲ θυμωθέντα τοῖσδε ἀμείβεσθαι · ʹ Νῦν ἄρα μέ φασι Πέρσαι οἴνῳ προσκείμενον παραφρονέειν καὶ οὐκ εἶναι νοήμονα . Οὐδ’ ἄρα σφέων οἱ πρότεροι λόγοι ἦσαν ἀληθέες . ʹ Πρότερον γὰρ δὴ ἄρα Περσέων οἱ συνέδρων ἐόντων καὶ Κροίσου εἴρετο Καμβύσης κοῖός τις δοκέοι ἀνὴρ εἶναι πρὸς τὸν πατέρα τελέσαι Κῦρον . Οἱ δὲ ἀμείβοντο ὡς εἴη ἀμείνων τοῦ πατρός · τά τε γὰρ ἐκείνου πάντα ἔχειν αὐτὸν καὶ προσεκτῆσθαι Αἴγυπτόν τε καὶ τὴν θάλασσαν . Πέρσαι μὲν ταῦτα ἔλεγον , Κροῖσος δὲ παρεών τε καὶ οὐκ ἀρεσκόμενος τῇ γινομένῃ κρίσι εἶπε πρὸς τὸν Καμβύσην τάδε · ʹ Ἐμοὶ μέν νυν , παῖ Κύρου , οὐ δοκέεις ὅμοιος εἶναι τῷ πατρί · οὐ γάρ κώ τοί ἐστι υἱὸς οἷον σὲ ἐκεῖνος κατελίπετο . ʹ Ἥσθη τε ταῦτα ἀκούσας Καμβύσης καὶ ἐπαίνεε τὴν Κροίσου κρίσιν .