3.30 Καμβύσης δέ , ὡς λέγουσι Αἰγύπτιοι , αὐτίκα διὰ τοῦτο τὸ ἀδίκημα ἐμάνη , ἐὼν οὐδὲ πρότερον φρενήρης . Καὶ πρῶτα μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα πατρὸς καὶ μητρὸς τῆς αὐτῆς , τὸν ἀπέπεμψε ἐς Πέρσας φθόνῳ ἐξ Αἰγύπτου , ὅτι τὸ τόξον μοῦνος Περσέων ὅσον τε ἐπὶ δύο δακτύλους εἴρυσε , τὸ παρὰ τοῦ Αἰθίοπος ἤνεικαν οἱ Ἰχθυοφάγοι · τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τε ἐγένετο . Ἀποιχομένου ὦν ἐς Πέρσας τοῦ Σμέρδιος ὄψιν εἶδε Καμβύσης ἐν τῷ ὕπνῳ τοιήνδε · ἐδόκεέ οἱ ἄγγελον ἐλθόντα ἐκ Περσέων ἀγγέλλειν ὡς ἐν τῷ θρόνῳ τῷ βασιληίῳ ἱζόμενος Σμέρδις τῇ κεφαλῇ τοῦ οὐρανοῦ ψαύσειε . Πρὸς ὦν ταῦτα δείσας περὶ ἑωυτῷ μή μιν ἀποκτείνας ἀδελφεὸς ἄρχῃ , πέμπει Πρηξάσπεα ἐς Πέρσας , ὃς ἦν οἱ ἀνὴρ Περσέων πιστότατος , ἀποκτενέοντά μιν . δὲ ἀναβὰς ἐς Σοῦσα ἀπέκτεινε Σμέρδιν , οἱ μὲν λέγουσι ἐπ’ ἄγρην ἐξαγαγόντα , οἱ δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν προαγαγόντα καταποντῶσαι .